Papyri.info

sign in

p.lond.7.2017 = HGV P.Lond. 7 2017 = Trismegistos 1579 = sb.3.6997



DDbDP transcription: p.lond.7.2017 [xml]

241/240 BC Philadelphia
[Reprinted from: sb.3.6997] SB 3 6997

ὑπόμνημα παρʼ Ἡρακλεώτου Ζήνωνι Νέστωι̣ [τοῖς ἡιρημένοι]ς̣ ἐ̣πιτρόποις μου.
δέδωκα μὲν ὑμῖν καὶ πρότερον ⟦υ̣πομνη⟧ ὑπόμνημ[α ἀξιῶν περ]ὶ̣ τ̣οῦ ὀργάνου
τοῦ καταλειφθέντος μοι κατὰ διαθήκ[ην ὑπ]ὸ Δημ̣έ̣ο̣υ̣ [τοῦ διδασκάλο]υ̣ μου ἡνί-
κα ἀπώλετο ἔνδοθεν εὑρόντας ἀποδ[οῦναί μοι αὐτὸ ἢ ἕτερομ(*)] μὴ χεῖρον δοῦ-
5ναί μοι ἐν ὧι μελετῶν ἀγωνιοῦμ̣[αι ἵνα μὴ] π̣ο̣λ̣[λ]ῶν κα[θ]υ̣σ̣[τερῶ π]αρὰ τὸ ἀμελέ-
τητος εἶναι, καὶ ἄλλο ὑπόμνημα περὶ τοῦ ὀργάνου ἀξιῶν ὑμ̣[ᾶς ἐπ]ειδὴ Ἱέρων ὡμο-
λόγει ἔχειν \ἐνέχυρον/ τὸ ἀπολόμενον ὄργαν\ον/ ἔνδοθεν πρὸς δραχμὰς ἑκατ̣[ὸν κα]ὶ̣ πέντε κομισα-
μένους ἀποδοῦναί μοι αὐτὸ ἢ <ἕτερον> μηθὲ̣ν ἐκ̣ε̣ί̣νου χεῖρον ἀγορά[σαι καὶ δοῦνα]ί̣ μοι ὅ̣[π]ω̣ς̣
ἔχω μελετῶν ἀγωνίζεσθαι καὶ μὴ πολλῶν καθυστερῶ [ἀμελέτητ]ο̣ς ὤν, ὑμεῖς οὐθὲν
10πεφροντίκατε περὶ τούτων. δ[έ]δωκά θʼ ὑμῖν τρίτον ἄλλ[ο ὑπόμ]νημα ἀξιῶν
ἐπειδὴ Δημέας ὁ διδάσκαλός μου κατ̣έλιπέμ(*) μοι κατὰ διαθή[κην ἀν]ατρέφεσθαί με
ἔχοντα τὰ(*) δέοντα πάντα ὅσα εἰς ἄθλησιν τῆς κιθαρωιδικῆς τέ̣[χνη]ς προσῆκεν ἐλευ-
θέρωι ἕως τοῦ εἰς ἀγῶνα εἰσελθεῖν· ὑμεῖς δὲ παρέχετέ μοι ε̣ἰ̣ς̣ κ̣[ρέα ἑκάστο]υ̣ μηνὸς δρα-
χμὰς τρεῖς τετρώβολον ἡμιωβέλιον, εἰς δʼ ἔλαιον δραχμ[ὰς τρεῖς χαλ]κοῦς τρεῖς, εἰς ὄψον
15δραχμὰς δύο ἡμιωβέλιον οἴνου χόα̣ς ἑπτὰ ἥμυσυ(*), φάμε̣νος ο̣ὐ̣χ̣ [ἱκα]ν̣ὰ̣ ταῦτʼ εἶναί μοι
εἰς ἄθλησιν, ἄλλʼ ἀξιῶν ὑμᾶς Δημέου θ̣ʼ ἕνεκεν καὶ τοῦ καλῶς ἔχοντος δίδοσθαί μοι κα-
θʼ ἕκαστομ(*) μῆνα εἰς μὲν κρέα δραχμὰς ἑπτὰ τρεῖς ὀβολοὺς εἰς δʼ ἔλαιον δραχμὰς ἓξ
χαλκοῦς ἓξ εἰς δʼ ὄψον δραχμὰς ἑπτὰ τρεῖς ὀβολοὺς οἴνου χόας δε[καπέντ]ε̣ ὕμεῖς οὐθέμ(*) μοι
τῶν κατὰ τὰ ὑπομνήματα πεποιήκατε. ἀξιῶ οὖν ὑμᾶς ἔ̣τ̣ι̣ κ̣[αὶ νῦ]ν τὸ τʼ ὄργαμόμ(*)
20μοι ἀποδοθῆναι τὸ ἐμὸν ὅ φησιν Ἱέρων ἔχειν τὸ καταλειφθέμ(*) μοι κατὰ διαθήκην ἢ ἕτε-
ρομ(*) μηθὲν ἐκείνου χεῖρον ἀγορασθῆναι καὶ δοθῆναί μοι ὅπως μελετῶν ἀγωνίζωμαι καὶ μὴ
παρὰ ταύτην τὴν αἰτίαν πολλῶν καθυστερῶ παρὰ τὸ μὴ ἔχειν ὄργα[ν]ον, καὶ τὰ δέοντα
παρέχειμ(*) μοι ὅσα(*) διὰ τοῦ ὑπομνήματος γράφω πρὸς ὑμᾶς καθ̣[ότι καὶ] ἡ διαθήκη προσ-
τάσσει παρέχειμ(*) μοι τὰ δέοντα πάντα ὅσα εἰς ἄθλησιν τῆς κιθαρω[ιδικῆς] τέχνης <προσήκει ἐλευθέρωι> ἕως ἂν οὗ
25εἰς ἀγῶνα εἰσέλθω. εἰ δὲ μὴ ταῦθʼ αἱρε̣τ̣ὸν ὑμῖν ἐστιν παρέχειμ(*) μ̣[οι ἀξι]ῶ ὑμᾶς ἀποδοῦ-
ναί μοι ⟦τὰ γινόμενα εἰς ἔτη δύο⟧ τὴν κατὰ μῆνα γινομένην̣ [τιμ]ὴν εἰς ἔτη δύο
ὅπως ἂν ἐμαυτοῦ ἐπιμεληθεὶς καὶ τυχὼν ἐπιστάτου εἰσέλθ[ω εἰς τοὺς] ἀγῶνας οὓς ὁ
βασιλεὺς προτίθησιν καὶ μὴ καταφθαρῶ ἐνταῦθα, δυνατὸς ὦ [δʼ ἐμαυ]τῶι βοηθῆσαι.
ἔρ[ρωσθε.] (ἔτους(?)) ϛ, μηνὸς
30[⁦ -ca.?- ⁩]

Apparatus


^ 11. l. κατέλιπέν
^ 12. corr. ex
^ 15. l. ἥμισυ
^ 17. l. ἕκαστον
^ 18. l. οὐθέν
^ 19. l. ὄργανόν
^ 20. l. καταλειφθέν
^ 20-21. l. ἕτε |ρον
^ 23. l. παρέχειν
^ 23. corr. ex
^ 24. l. παρέχειν
^ 25. l. παρέχειν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.