Papyri.info

sign in

bgu.12.2173 = HGV BGU 12 2173 = Trismegistos 16125



DDbDP transcription: bgu.12.2173 [xml]

AD 498 Hermoupolis Magna

Κῦρος ἐν̣τολεὺ[ς] Εὐχ̣[αρι]σ[τί]ας τ̣ῆ̣ς̣ [κ]ο̣σ̣μ̣ιωτάτης ⁦ vac. ? ⁩ Θεοδώρῳ ἀπὸ Ἑρμουπόλεως.
αἰτίασιν ἀποθεμένη ἡ̣ ἐ̣μ̣ὲ̣ π̣ρ̣οβα̣λ̣[ομ]ένη κοσμιωτάτη Εὐχαριστία ἐν τῷ προσφόρῳ πολιτικῷ δικαστηρίῳ
κατὰ φα̣[ν]ερῶν ὑπε̣υ̣θ̣ύ̣ν̣ων̣ καὶ σοῦ μνήμην ἐποιήσατο ὡς ἐνεχομένου αὐτῇ ἐπὶ διαφόροις κεφαλαίοις·
ὥστε τοίνυν μὴ ἀγν̣ο̣εῖν σε τὴν [α]ἰτίαν [τῆ]ς κατὰ σοῦ μέμψεως, ἴ(*)σθι ὡς ἐνάγει σοι κατὰ βίαν ἐπελθόντι καὶ κατεσχηκότι
5οἰκίαν διακειμένην ἐπὶ τῆς Ἑρμουπολιτῶν ἐν ᾗ τὰ νῦν παρὰ τοὺς νόμους καὶ βιαίως οἰκεῖς, ἐν ᾗ ἀπέκειτο διάφορα
κινητὰ πράγ[μ]ατα, καὶ ταῦτα ἀπ̣ε̣[  ̣  ̣]  ̣κότι καὶ Βασιλείδην καὶ Βίκτορα ἀδελφὸν καὶ Ἀθανάσιον καὶ Λεόντιον καὶ Μηνᾶν καὶ
Φοιβάμμωνα καὶ Μην̣ᾶν ἕτερον τοὺς παῖδας· ἐπιζητεῖ τοίνυν πρός σε τὸ ἐπιβάλλον αὐτῇ ἐκ τῆς \αὐτῆς/ οἰκίας καὶ τῶν σκεύων
καὶ α̣[⁦ -ca.?- ⁩]ν̣ τέτα[ρτ]ον μέρος̣ κε̣χ̣ρεωστημένων αὐτῇ ἐκ προσώπου Θεονίλλ̣ας τῆς μακαριωτάτης μάμμης
γ̣[εγονυίας(?) αὐ]τ̣ῆ̣ς̣ κ̣ατὰ πατέρα, καὶ [ἡ μ]ὲ̣ν̣ αἰτία αὕτη· ὁρίζομαι δὲ ἀγωγὴν ἐπὶ τούτοις·
ṛ[⁦ -ca.?- ⁩]c̣ f̣ạṃilie ercescunde
δικαστήριον·
10ἔτι [ἐ]νάγει σοι   ̣  ̣  ̣[⁦ -ca.?- ⁩]τ̣ουσα σὲ ε̣ἰ̣[ς   ̣  ̣  ̣  ̣]ρεσιν ἐλθεῖν κτήματος λεγομένου Λεβουσὼ διακειμένου ἐν πεδιάδι
κώμης Ἐνσεῦ̣ κ̣[ε]χ̣ρεωστημέν̣[ου   ̣  ̣  ̣] κ̣[ατ]ὰ̣ τὸ ἥμισυ μέρος ἐπιβάλλει αὐτῇ [ο]ὕτως· ἐκ μὲν πατρῴας αὐτῆς διαδοχῆς
μέρος ἕκτον, ἐκ [δ]ὲ̣ π̣ροσώπου τοῦ μ̣[ακα]ρ̣[ι]ωτάτου Σαραποδώρου ἀδελφοῦ αὐτῆς γεγονότος τὸ ὑ(*)πόλοιπον μέρος
τρίτον, κ̣αὶ ὁρίζεται ἐπὶ τούτῳ ἀγωγὴ̣ν̣
Cọmoti dibitonti,
κωλυόμε[ν]ος ἑτέραις χρήσασθαι ἀγωγαῖς καὶ ἕτερόν
σοι διαπ̣[έμψ]ασθαι βιβλίον εἰ χρεία γ̣[ένο]ιτο· ἐφύλαξεν δὲ ἑα̣υ̣τῇ κατὰ σοῦ ἡ ἐμὲ προβαλομένη ἐκ τῆς αὐτῆς ἐντεύξεως
15ἕτερα κεφάλαια ἀκέραια χρηματικά [τ]ε καὶ ἐγκληματικὰ καὶ ἑτέρας ἀγωγὰς καὶ πάντως̣ [ἁρ]μ̣ό̣τ̣τοντα αὐτῇ κατηγορικὸν
λόγον καὶ ἐκ τῶν προειρημένων προφάσεων.
Traces
☧ μετὰ τὴ[ν] ὑ̣πατείαν̣ τ[οῦ] δεσπότου̣ ἡμῶν Φλ(αυίου) Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτο̣κράτορος τὸ β Φαρμοῦθι [ϛ ἰνδ]ι̣κ(τίονος).

Apparatus


^ 4. ϊσθι papyrus
^ 12. ϋπολοιπον papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.