Papyri.info

sign in

sb.16.12333 = HGV SB 16 12333 = Trismegistos 16225 = michigan.apis.3249



DDbDP transcription: sb.16.12333 [xml]

AD 189? Oxyrhynchus?

[παρὰ   ̣  ̣  ̣νοιταρίου τῆς καὶ Θερ]μουθίο[υ   ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣ Φαύστ[ου μητρὸς Τετεύριος - ca.50 -]
[- ca.22 -]ως. οὗ [ἐπόρι]σα ἀπ[ὸ δ]ιαλογῆς χρημα[τιστῶν ἐστιν ἀντίγραφον. Διόδοτος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς Ὀξυρυγχίτου στρα(τηγῷ) χαίρειν.]
[τοῦ δεδομένου ὑπομνήμ(ατος) ἀντίγρ]α(φον) μ[ε]τα[δοθή]τω ὡς ὑπόκ[ι]ται. ἔρρωσ[ο - ca.68 -]
[γ]ραμμ[ατεὺς καταλογίου ἔγραψα.] Διοδότῳ τῶν ἠγοραν[ομηκότων ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ]
5[  ̣  ̣  ̣]νοιταρείου [τῆς καὶ Θερμουθίου]   ̣  ̣  ̣  ̣ Φαύστου μη[τρὸ]ς Τετ[εύριος - ca.23 - τῆς προημένης μοι δισσῆς ἀσφαλείας σὺν τῇ ὑπʼ αὐ-]
[τὰ] ὑπογραφῇ [ἀντίγρα(φον) ὑπόκειται.] Θεογένης Θεογένους τ[οῦ] Θεογέ[νους μητρὸς Καλλιστράτης   ̣  ̣  ̣νοιταρίῳ τῇ καὶ Θερμουθίῳ - ca.12 - Φαύστου]
μητρὸς Τετεύ[ριος ἀπὸ   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] πόλεως μετὰ κυρίου τοῦ ὁμογ[νησίου   ̣  ̣  ̣  ̣  ̣  ̣ χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν]
[ἀεὶ] χρόνον τοὺ[ς - ca.14 -]  ̣ν ὑπʼ ἐμοῦ ἀμπ[έ]λους ι[- ca.69 -]
τοῦ κυρίου Παχ[ὼν - ca.13 -] Θεογένους Θεογ[έ]νους τ  ̣[- ca.69 -]
10ἀπηλιώτου το[παρχίας ἐκ τοῦ   ̣  ̣  ̣]άνορος καὶ Ἡρακ[λί]δου κα[ὶ] ἄλλ[ων κλήρου - ca.50 - τὰς ἀρούρας]
εἰκοσιοκτὼ [ἥμισυ σὺν τῷ ἐπιβ]άλλοντι ἡμίσει μέρει τοῦ τροχοῦ [σὺν τῇ ἐπικειμένῃ μηχανῇ, ὧν ὅλων γείτονες νότου - ca.30 -]
βορρᾶ Γρηγ[ορίου καὶ ἀπηλιώτο]υ Διονυσίου Θέωνος καὶ ἄλλων λιβὸ[ς - ca.17 -. τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς ἀρουρῶν εἰκοσι-]
οκτὼ ἡμίσ[ους καὶ τοῦ ἡμίσους μέ]ρους τοῦ τροχοῦ ἀργυρίου Σεβαστοῦ νομ[ίσματος δραχμὰς ἑπτακαιδεκακισχιλίας ἑκατόν , αἵ εἰσιν ἀργυρίου τάλαντα δύο καὶ δρα-]
χμαὶ πεν[τακισχίλιαι ἑκατόν ], α̣ὐ̣τ̣όθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐ[κ πλήρους. διὸ κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομέ-]
15ν[ο]ις τῶν π[αραχωρουμένων ὑπʼ ἐμοῦ] ὡς π̣ρόκειται ἀρουρῶν εἰκοσιοκτὼ ἡμ[ίσους καὶ ἐξουσίαν ἔχειν καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ. ἅσπερ]
[καὶ ἐπάναγκες παρέξομαί σοι βεβ]αίας διὰ παντὸς ἀπὸ πάντων πά[σῃ βεβαιώσει καὶ καθαρὰς ἀπὸ - ca.45 -]
[- ca.27 -] χωμάτων καὶ ἀπὸ π[αν]τὸς   ̣  ̣ν̣ι[  ̣  ̣  ̣  ̣ καὶ ἀπὸ τῶν ὑπὲρ ἄλλων τελουμένων παντοίων τῶν ἕως τοῦ ἐνεστῶτος καὶ αὐτοῦ τοῦ]
[ἐνεστῶτος ἐνάτου καὶ εἰκοστοῦ ἔ]τους διὰ τὸ τὰ ἀπὸ τοῦ ἰσιόντος(*) τ̣[ριακοστοῦ ἔτους τούτων πρόσφορα εἶναι σοῦ τῆς ὠνουμένης. κυρία ἡ ὁμολογία ὡς ἐν]
[δημοσίῳ κατακεχωρισμένη χωρ]ὶς ἀλίφαδος(*) καὶ ἐπιγραφῆς. (ἔτους) [κθ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς]
20[Σε]βαστοῦ Ἀρμενιακοῦ Μηδ[ικοῦ] Παρθικοῦ Σαρματικοῦ Γερ[μανικοῦ Μεγίστου Βρεταννικοῦ   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ Θεογένης Θεογένους τοῦ Θεογένους μητρὸς]
Καλλιστράτης παρεχώρησα [  ̣  ̣  ̣]ν[ο]ιταρίῳ τῇ καὶ Θερμουθίῳ [- ca.12 - καὶ ἀπέσχον τὰ τῆς τιμῆς συμπεφωνημένης πρὸς ἀλλήλους ὑπὲρ παραχωρη-]
τικοῦ ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς πεντακισχειλίας(*) ἑκ[ατὸν - ca.58 - ἐξ ἰδίου]
μου πόρου διὰ τὰ παρακείμενα τῷ ὀνόματι μου. διὰ τούτω[ν - ca.47 -. ταύτην δὲ βουλομένη ἐν δη-]
μοσίῳ γενέσθαι διδοῦσα ἕνε̣κα τοῦ μὴ ἔχειν τὴν περὶ τοῦ [διατιθέναι διαστολὴν τὰς ὁρισθείσας (δραχμὰς) ιβ, ἀξιῶ ἀναλαβόντας αὐτὴν παρὰ τοῦ διαπεσ-]
25ταλμέν  ̣  ̣ ὑπʼ ἐμοῦ Διο[σκο]ῦτος Ἀρτεμιδώρου ὑποκεχει[ρογραμμένην ὑπʼ αὐτοῦ περὶ τοῦ εἶναι τὴν ὑπογραφὴν ἰδιόγραφον τοῦ Θεογένους]
συνκαταχωρίσαι τῷδε τῷ ὑ̣π̣ο̣μνήματι ἰς(*) ἀμφοτέρ[ας] τ[ὰς βιβλιοθήκας καὶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγχίτου στρα(τηγῷ) μεταδοῦναι ταύτης ἀντίγρα(φον) αὐτῷ]
ἐὰν περιῇ, εἰ δὲ μή, κληρονόμοις αὐτοῦ τελείοις, ἐὰν δ[ὲ ἀφήλικες ὦσι, νομίμοις αὐτῶν ἐπιτρόποις, ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλωθήσεται, ἵνʼ εἰ-]
δῇ τὴν δημοσίωσιν καὶ μένοντά μοι τὰ ἀπʼ αὐτῆς δί[καια, ὡς ἀπὸ δημοσίου χρηματισμοῦ. ὡς καθήκει. (ἔτους) κθ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου]
Καίσαρος τοῦ κυρίου, Μεσορὴ ἐπαγο(μένων) β. τούτου ὄντος, ἀξιῶ [τὴν μετάδοσιν γενέσθαι τῷ Θεογένει Θεογένους ἐνώπιον ὡς καθήκει. (ἔτους) λ Αὐτοκράτορος]
30Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίν[ου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ]
Μεγίστου Βρεταννικοῦ Θὼθ κ. (hand 2) Θεογένης Θεογ[ένους ἔσχον τούτου τοῦ ὑπομνήμ(ατος) ἀντίγρα(φον).]
(hand 3) Πανάρης ὑπ(ηρέτης) μετέδωκα τῷ Θεογένι Θ[εογένους τὸ ὑπόμνη(μα) ὡς καθήκει.]

Apparatus


^ 18. l. εἰσιόντος
^ 19. l. ἀλείφατος
^ 22. l. πεντακισχιλίας
^ 26. l. εἰς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.