DDbDP transcription: p.oxy.41.2973 [xml]
AD 103 Oxyrhynchus
r
Ἰσιδ[ώ]ρ̣ωι ἱερεῖ κ̣[α]ὶ̣ ἀρχιδικαστῇ καὶ π̣[ρὸς] τῇ ἐπι[μ]ελείᾳ [τ]ῶν χρηματισ[τ]ῶν καὶ τῶν
ἄλλων κριτηρίων
[παρ]ὰ Ἀθην[αροῦτος] τῆς Εὐνόμου τοῦ ̣ ̣μου τῶν ἀπὸ κώμης Τόκα τῆς μέ-
σ[ης τοπαρχίας τ]οῦ̣ [Ὀ]ξυρυγχείτου νομοῦ μετὰ κυρίου το[ῦ] υ̣ἱοῦ̣ [Ἑ]ρμαίου τοῦ Πετ-
5σείρ̣ι̣[ος τ]ῶν [ἀ]π̣[ὸ] τῆς μη̣[τρ]οπό[λε]ω̣ς τοῦ αὐτοῦ Ὀξυρυγχ̣είτου νομ[οῦ] κ̣αὶ παρὰ Ὡ-
ρίωνος τοῦ Ὀρσενούφιος το̣ῦ ̣[ ̣]κ ̣οῦτος [τ]ῶν ἀπὸ τῆς αὐτ̣ῆ̣[ς μ]η̣τ̣ροπόλε-
ως. συγχωρεῖ ὁ̣ Ὡρίων μεμισθῶσθαι παρὰ τῆς Ἀθηναροῦτος ἐπὶ χρόνον
ἔτη δύο ἀπὸ τοῦ̣ ἐνεστῶτος ἑ̣βδόμου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανο(ῦ)
Σε̣βα[στο]ῦ Γερμανικοῦ Δακικοῦ σπόρους κα[ὶ] καρπ[οὺς δ]ύ̣[ο] τῆς ὑπαρχούσης τῷ ἑτέρῳ
10αὐτ̣[ῆ]ς μὲν υἱῷ τοῦ δὲ Ἑρμαί̣ου ὁμομητρίῳ ἀδ[ε]λφῷ Συνίστορι Συνίστορος περὶ
τ[ὴ]ν̣ πρ̣ογ̣ε̣γραμ̣μένην κώμην Τόκα ἐκ τοῦ Καλλ[ι]μάχου σὺν τῷ Βακ̣χίου κλήρῳ
ὑπὸ μίαν σφραγεῖδα(*) σειτικῆ[ς](*)[ ἀ]ρούρης μιᾶς ἡμίσους τετάρτου , ἐκφορίου τοῦ ἑστα-
μένου κατʼ ἐνιαυτὸν ἕκαστον̣ πυροῦ ἀρταβῶν ἕξ , τ̣ὰς δὲ ἐπὶ τὸ αὐτὸ τῶν δύο ἐτῶν
πυροῦ ἀρτάβας δεκαδύο αὐτό̣θεν ἀπέσχηκεν ἡ Ἀ̣θηναροῦς παρὰ τοῦ Ὡρίωνος, ἔτι δὲ
15ἀπέσχηκεν ἡ αὐτὴ Ἀθηναροῦς παρὰ τοῦ αὐτοῦ Ὡρίωνος διὰ χειρὸς καὶ τῶν ἐκκε-
κομμένων ἐκ τῆς μιᾶς ἡμίσους τετάρτ[ο]υ ἀρού̣ρ̣ης ἐρικίνων ξύλων τὴν τει-
μὴν(*) τὰς συμπεφωνημένας ἀργυρίου δρα̣χμὰς τεσσαράκοντα ὀκτώ , τῶν ὑπὲρ
τῆς μιᾶς ἡμίσο[υ]ς τετά[ρ]του ἀ̣ρούρης τελουμένω̣ν κατʼ ἔτος δημοσίων πάντων
σειτικῶν(*) τε καὶ ἀργυρικῶν [ὄ]ν̣των πρὸς τὸν Ὡ[ρί]ωνα ὧν καὶ τὰ σύ̣μβολα τῶν
20δύο ἐτῶν ἀναδώσε̣ι ὁ Ὡρί̣ων τῇ Ἀθηναροῦτι τῷ Καισαρείῳ μηνὶ τοῦ εἰσιόντος
ὀγδόου ἔτους Αὐτοκράτο̣ρο[ς] Κ̣αίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ.
ἐπὶ τούτοις αὐτὸν Ὡρίωνα̣ ἀντέχεσθαι τῆς μισθώσεως ἐπὶ τὸν χρόνον, ἑαυ-
τῷ παρεχομενος(*) σπέρματ̣α̣ κ̣α̣ὶ̣ ζεύγη καὶ τἆλλα(*) τὰ πρὸς τὴν γεωργίαν ἀνήκοντα πάν-
τα, ποιο̣[ύ]μενος τῶν ἐδαφῶν τὰ καθήκοντα ἔργα πάντα ὡς ἐ̣π̣ι̣β̣άλλει, καὶ τοῦ χρόνο(υ)
25πληρωθέντος παραδοῦναι α̣ὐτὸν τὴν μίαν ἥμισυ τέταρτον ἄρουραν ἀπὸ σειτοσπο-
ρίας(*) καὶ καθαρὰν ἀπὸ πάσης χ ̣[ ̣] ̣οποιοῦ δείσης, καὶ τὴν δὲ Ἀθηναροῦν βεβαίαν αὐτῷ καὶ
ἀναφα[ίρ]ετον παρασχέσθαι τὴν μίσθωσιν ἐπὶ τὸν χρόνον ἢ ἐκτίννειν(*) τῷ Ὡρίωνι
τά τε βλάβη καὶ δαπανήμα̣τα καὶ ἄλλας ἐπίτειμον(*) ἀργυρίου δραχμὰς ἑκατὸν καθάπερ
ἐγ(*) δίκης, μὴ ἐλαττο̣υμένου τοῦ Ὡρίωνος ὑπὲρ ὧν προφέρεται ὀφείλεσθαι αὐτῷ
30ὑπὸ τοῦ μετηλλαχότος τοῦ Συνίστορος πατρὸς Συνίστορος κατὰ δημόσιον χρημα-
τισμὸν ἀργυρίου δραχμῶν διακοσίων ἑξήκοντα ἐφʼ αἷς περιέχει διαστολαῖς
πάσαις, μηδὲν ἧσσον κυ̣[ρί]ων ὄντων τῶν συνκεχωρημένων. ἀξιο(ῦμεν).
vac. ? (hand 2) Δωρίων κατακεχώρι(σται).
(hand 1) (ἔτους) ζ Αὐτοκράτο̣ρος Καίσαρος Νέ̣ρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
35Δακικοῦ, μηνὸ̣[ς] Σεβαστοῦ κζ Σεβ(αστῇ). v
Traces 1 line
2Traces ζ (ἔτους) Traces

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.