DDbDP transcription: p.oxy.41.2975 [xml]
AD 198 Oxyrhynchus
r
ὁμολογεῖ Ἡρακλείδης Ἀκοῦ μητρὸς Διο-
γενίδος ἀπὸ Ἀφροδισίου τῆς Μεικρᾶς(*)
Ὀάσεως ἀπεσχηκέναι παρὰ Ἀμμωνια-
νοῦ Σαράμμωνος μητρὸς Ἑλένης
5ἀπὸ εἴδους Κωμογραμματέων τῆς
Ἀμμωνιακῆς διὰ Ἡρακλείδου Χαιρή-
μωνος μητρὸς Διονυσίας ἀπʼ Ὀξυρύγ-
χων πόλεως, φίλου τοῦ Ἀμμωνιανοῦ,
ἃς παρέθετο αὐτῷ ἡνίκα ἦν ἐν τῇ Ἀμ-
10μωνιακῇ τῷ τετάρτῳ ἔτει ἀργυρίου
Σεβαστῶν νομίσματος δραχμὰς τρια-
κοσίας ἑξήκοντα γί(νονται) (δραχμαὶ) τξ καὶ οὐδὲν
ἐνκαλεῖ οὐδὲ ἐνκα[λ]έσει περὶ τούτου
οὐδὲ περὶ ἄλλου οὐδενὸς ἁπλῶς γρα-
15πτοῦ ἢ ἀγράφου εἰς τὴν ἐνεστῶσαν
ἡμέραν διὰ τὸ ἀπεσχηκέναι αὐτὸν
ἐκ πλήρους. ἄκυρα δὲ εἶναι καὶ ἀνεπί-
φορα ἃ τότε ἐτύγχανε ἐκδοὺς αὐτῷ
τῆς ἀσφαλείας αὐτῶν γράμματα.
20κύριον τὸ ὁμολόγημα δισσὸν γραφέν.
ἔτους ἑβδόμου Αὐτοκρατόρων Καισάρων
Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς
Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ
Με[γ]ίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου
25Σεβαστῶν, Φαῶφι δ. (hand 2) Ἡρακλε̣ί̣δ̣ης Ἀκοῦ ὁ προτε-
ταγμένος ἀπέσχον παρὰ̣ τοῦ Ἀμμω̣ν̣ιανοῦ διὰ τοῦ Ἡ-
ρακλείδου ἃς παρεθέμην αὐτῷ ἐν τῇ [Ἀ]μ̣μ̣ωνιακῇ
ὢν τῷ τετάρτῳ ἔτι(*) τὰ[ς δ]ραχμὰς τριακοσίας
ἑξήκοντα κ[α]ὶ οὐδέν σοι ἐνκαλῶ, πάντα δὲ ὡς
30[π]ρ̣ό̣κειται.
vac. ?
πεμφθ̣(ὲν(?)) τῷ Ἀμμωνιανῷ. v
̣ ̣ ̣ ̣
ὁμολογεῖ Ἡρακλείδης Ἀκοῦ μητρὸς Διο-
γενίδος ἀπὸ Ἀφροδισίου τῆς Μεικρᾶς(*)
Ὀάσεως ἀπεσχηκέναι παρὰ Ἀμμωνια-
νοῦ Σαράμμωνος μητρὸς Ἑλένης
5ἀπὸ εἴδους Κωμογραμματέων τῆς
Ἀμμωνιακῆς διὰ Ἡρακλείδου Χαιρή-
μωνος μητρὸς Διονυσίας ἀπʼ Ὀξυρύγ-
χων πόλεως, φίλου τοῦ Ἀμμωνιανοῦ,
ἃς παρέθετο αὐτῷ ἡνίκα ἦν ἐν τῇ Ἀμ-
10μωνιακῇ τῷ τετάρτῳ ἔτει ἀργυρίου
Σεβαστῶν νομίσματος δραχμὰς τρια-
κοσίας ἑξήκοντα γί(νονται) (δραχμαὶ) τξ καὶ οὐδὲν
ἐνκαλεῖ οὐδὲ ἐνκα[λ]έσει περὶ τούτου
οὐδὲ περὶ ἄλλου οὐδενὸς ἁπλῶς γρα-
15πτοῦ ἢ ἀγράφου εἰς τὴν ἐνεστῶσαν
ἡμέραν διὰ τὸ ἀπεσχηκέναι αὐτὸν
ἐκ πλήρους. ἄκυρα δὲ εἶναι καὶ ἀνεπί-
φορα ἃ τότε ἐτύγχανε ἐκδοὺς αὐτῷ
τῆς ἀσφαλείας αὐτῶν γράμματα.
20κύριον τὸ ὁμολόγημα δισσὸν γραφέν.
ἔτους ἑβδόμου Αὐτοκρατόρων Καισάρων
Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς
Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ
Με[γ]ίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου
25Σεβαστῶν, Φαῶφι δ. (hand 2) Ἡρακλε̣ί̣δ̣ης Ἀκοῦ ὁ προτε-
ταγμένος ἀπέσχον παρὰ̣ τοῦ Ἀμμω̣ν̣ιανοῦ διὰ τοῦ Ἡ-
ρακλείδου ἃς παρεθέμην αὐτῷ ἐν τῇ [Ἀ]μ̣μ̣ωνιακῇ
ὢν τῷ τετάρτῳ ἔτι(*) τὰ[ς δ]ραχμὰς τριακοσίας
ἑξήκοντα κ[α]ὶ οὐδέν σοι ἐνκαλῶ, πάντα δὲ ὡς
30[π]ρ̣ό̣κειται.
vac. ?
πεμφθ̣(ὲν(?)) τῷ Ἀμμωνιανῷ. v
̣ ̣ ̣ ̣
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.