DDbDP transcription: p.oxy.34.2728 [xml]
III/IV spc Oxyrhynchus
ctr
Καπιτ[ωλῖ]νος Σαραπάμμωνι ἀδελφῷ
{ἀδελφ[ῷ]} χαίρειν· πρὸ μὲν πάντων
εὔχομ[αί] σου τὴν ὁλοκληρίαν με[τ]ὰ τῶν
τέκνω[ν] σου ἅμα τῇ συμβί[ῳ] σου
5⟦παρα⟧ πα[ρὰ] τῷ κυρίῳ θεῷ· θαυμάζω
πῶς καὶ νῦν, τοῦ Ὡριγένους ἐρχομένου
πρὸς ἐμέ, οὐδέν μοι ἐδή[λ]ωσας ⟦ου⟧ περὶ οὐδενός·
ἐπίσταμαι ὅτι πολλὰ β\αρ/ο̣ῦ̣μαί σε· ἀποταγῇ(*) μέρος·
σιγ̣ὴ̣ γὰρ παρὰ φιλοσόφο[ις] ἀπόκρισις· μὴ οὖν κἀγὼ(*)
10δύναμε(*) μὴ ἀπ[ο]κρίνασ[θ]αι; ἀλλʼ ὅ\μως/ ἐγὼ ε ̣ ̣ ̣ν̣ω̣
γραφων ̣ ̣ ̣ ̣ ̣ ̣μ ̣μ̣ε̣ν̣[ ̣ ̣]ταν γράμματά
σου κομισ[ ̣ ̣ ̣ ̣ ̣] ̣ασσω[ ̣]· νομίζω δὲ ὅτι
καλόν ἐστίν̣ [σοι γ]ράφιν(*) ὧν λαμβάνει καὶ
ὧν ἐξοδιάζει ὁ ἄνθρωπος· καὶ πρὸ τούτου
15ἔγραψά σοι διὰ Διδύμου τὸ καθʼ ἓν καὶ νῦν γράφω·
ἔστι δέ· αὐτῶν ἐρχομένων εἰς Αἴγυπτον [ ̣ ̣]\ ̣[ ̣] ̣ ̣ ̣ ̣/ Ὡριγέ-
νους οἴνου σπ(αθίων) ι καθὼς ἔγ̣ρ̣[αψα] πραθέντω̣ν
πρὸς (δραχμὰς) Αω (γίνονται) (τάλαντα) γ. καὶ ἐπὶ μηνὸς Παχὼν σ̣π̣(άθια) [ιζ](*)
προπαλαίου καὶ ἐπὶ μηνὸς Παῦνι ἄλλα σπ(άθια)
20γ· καὶ τούτων σπ(άθια) κ ἐπράθησαν καθʼ ὁμοιότητα
πάντων πρὸς (δραχμὰς) Αχ (γίνονται) (τάλαντα) ε (δραχμαὶ) Β. καὶ ἐπὶ μηνὸς
Μεσορὴ ϛ ἄλλα σπ(άθια) ι πρὸς (δραχμὰς) Αψ (γίνονται) (τάλαντα) β (δραχμαὶ) Ε.
γί(νονται) τούτων τῶν σπ(αθίων) μ (τάλαντα) ι̣α̣ (δραχμαὶ) Α χωρὶς τῆς προ-
δηλωθείσης σοι ὑπʼ ἐμοῦ λο[ι]πάδος· καὶ νῦν κόμι-
25σον διὰ τοῦ αὐτοῦ Ὡριγένους [ἐ]πὶ τοῦ αὐτοῦ μηνὸς
Μεσορὴ ἄλλα οἴ(νου) σπ(άθια) ι· πρα[θ]έτωσαν καὶ ταῦτα
πρὸς (δραχμὰς) Αψ· τὴν τούτων οὖν τιμὴν ἀπόστειλόν
μοι ἐν μαρσιππίῳ ἐσφραγισμένον(*) ἐν τραχαίοις̣
⟦και⟧ χρία(*) \γάρ/ ἐστιν ἀργυρίου· τῶν γὰρ ἐντολικῶν
30ἐ̣κρούεταί(*) σοι ἀπὸ τῆς προτέρας λοιπάδος·
κ̣όμισον δὲ διὰ τοῦ αὐτοῦ εἰς φαγῖν(*) σου βω-
ξ̣ίον ἐλαίου χο(ῦν) α 𐅵(*)· ἐὰν δυνη[θ]ῇς δύο ὀγκίας π[ι-]
π̣έρεως καὶ σάμβαθον βωριδίων ἀποστεῖλαι σὺν
π̣ροτέροις ἐντολικοῖς· ἀπόστειλον καὶ ἡμίχου̣ν
35μ̣έλιτος, πάντα τ̣[ῆς τ]ιμῆς.(*) μὴ ὀκνήσῃς πάλ̣ι̣ν̣(*) ms
(perpendicular) γράψαι μοι περὶ πάντων· εἰ προχωρῖ(*) παρὰ σοὶ ἔλαιον πλέω οἶνον(*), δήλωσον [- ca.15 -]
(perpendicular) ἡμῶν πάντας κατ’ ὄνομα. ἐρρῶσθαί σε [ε]ὔχομαι.
^ ctr.8. ἀποταγὴ (?) BL 7.152
^ ctr.9. l. καὶ ἐγὼ
^ ctr.10. l. δύναμαι
^ ctr.13. l. [γ]ράφειν
^ ctr.18. BL 12.147 : [ ̣ ̣] prev. ed.
^ ctr.28. l. ἐσφραγισμένῳ
^ ctr.29. l. χρεία
^ ctr.30. l. ἐκκρούεταί
^ ctr.31. l. φαγεῖν
^ ctr.32. BL 11.164 : ̣ prev. ed.
^ ctr.35. BL 11.164 : μ̣έλιτος· πάντα τ̣[ῆς τ]ιμῆς prev. ed.
^ ctr.35. BL 7.152 : π̣α ̣ ̣ ̣ prev. ed.
^ ms.36. l. προχωρεῖ
^ ms.36. l. οἴνου
^ ms.37. κατ’ papyrus

Apparatus

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.