DDbDP transcription: sb.10.10278 [xml]
AD 98-138 Apollonopolite Heptakomias
r
Ὡρίων Ἀπολλωνίωι τῷ κυρίωι χαίρειν̣.
πρὸ πάντων σε εὔχομαι ⟦σε⟧ ὑγιαίνειν μετὰ Ἀλί-
νης τῆς κυρίας καὶ Ἡρακλᾶ Ἀπόλλωνος οὗ τὰ τέ-
κνα ἐπʼ ἀγαθῷ βαστάξε̣[ι]ς, ὧν οὐ διαλείπω τὸ
5προσκύνημα ποιῶν παρὰ τῷ κυρίῳ Ἑρμῇ. οὐκ ἀ-
γνοεῖς, κύριε(*), πῶς̣ ἐ̣μι[σ]θ̣ωσάμην τὰ συμπόσια
καὶ τὰ[ς] κ[έ]λ̣λας πρὸς [ἐνι]αυ̣τὸν ἕνα · ὁ οὖν ἐνιαυ-
τος πεπλή̣ρωται ἑως ι̣[ ̣ Φα]ρμοῦθι. νὴ τὴν σὴν ὑ-
γίαν(*) κ̣α̣ὶ̣ τὸν Ἑρμῆ̣[ν] τὸ[ν] κύριον, διακοσίας δρα-
10χμὰς̣ ἐζη̣μιώθ̣η̣ν ε̣ἰ̣ς̣ [α]ὐ̣τ̣ὰ̣ δ̣ι̣ὰ̣ τ̣ὸ̣ μ̣ὴ ἐνεργε̣ῖ̣ν̣
αὐτά. κ̣[α]ὶ̣ Ἡράκλ[ε]ι̣ο̣ς δὲ ο̣ἶδε καὶ θ̣εωρ̣εῖ πῶς ἐσ(τιν)
ἀργὰ διὰ <τὸ> μηδ̣έ̣ν̣α προσέρχεσθ̣α̣ι μήτε πρὸς ἐνοί-
κησιν μήτ̣ε̣ τ̣[ ̣]ο̣[ ̣ δει]π̣νῆ̣σ̣αι̣ α̣[ ̣ ̣]α̣ ἀλ̣λ̣ʼ ο̣ὐ̣ πρ[ο]σ̣[ε]υ-
καιρῶ αὐ̣το̣ῖ̣ς̣. παρακα̣λῶ̣ οὖν σε γράψαι Ἡρ̣[α]κ̣λ[είῳ]
15ὅπως παρα\λάβῃ/ παρʼ ἐμοῦ κα̣ὶ ἄλλῳ αὐτὰ μισθώσῃ,
ἐπεὶ οὐκ ἔδοξεν αὐτῷ(*) χωρὶς τῆς σῆς γνώμη̣ς̣
μηδὲν ποιεῖν· μόγις γὰρ κἀγὼ(*) τὰ ἔργα τοῦ βαλα-
νείου̣ ἰ(*)σχύω ποιεῖν. μὴ οὖν, κύριε, ἄλλως ποιή-
σῃς· ἐκεῖνοι γὰρ οἱ τόποι ἑναν(*) δαπανῶσιν
20προσ̣ε̣υ̣καιροῦντα αὐτοῖς ὅλη̣ν ὥραν· χρείαν
γὰρ ἔχουσι καθαρεοσύνης. ἀσπάζεταί σε Ἡρα-
ι(*)δοῦς.
ἐρρῶ̣σθ̣α̣ί̣ σ̣ε εὔχομαι, κύριε,
καὶ ἰδὲ̣ ὡ̣ς̣ πρόκει̣τ̣αι. Παῦνι
25ιε. v
Ἀπολλωνίωι ☓ στρατηγῶι

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.