DDbDP transcription: p.oxy.27.2473 [xml]
AD 229 Oxyrhynchus
Αὐρηλίῳ Λ̣εωνίδῃ στρ(ατηγῷ) Ὀξ(υρυγχίτου)
παρὰ Αὐρη̣λ̣[ί]ων Πτολλίωνος Ἀμόι(*)τος τοῦ
Σαραπίωνος, μητρὸ[ς] Διδύμης, καὶ Ἀπίωνο̣[ς]
τοῦ καὶ Ἀμμωνίου Ἀπίωνος ἐπικαλουμένου
5Παυσειρί̣ων̣[ο]ς, μητρὸς Οὐαριάνης̣, ἀμφοτέ-
ρων ἀπʼ Ὀξ[υρύ]γχων πόλεως, κοσμητῶν,
βουλευτῶν τῆς αὐτῆς πόλεως. κατὰ συν-
χώρησιν τελειωθεῖσαν διὰ τοῦ [κατ]αλο-
γείου τῷ δ[ι]ελθόντι η (ἔτει) μηνὶ Ἁθὺρ ἐω-
10νήμεθα ἐξ ἴσου παρὰ Αὐρηλίο[υ] Θ̣έ̣ωνος
γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς
πόλεως υἱοῦ Ἀριστίωνος Τείρωνος ἐξηγη-
τεύσαντος τῆς αὐτῆς πόλεως, μητρὸς
Σαραποῦτος τῆς καὶ Δημητρίας ἀπὸ
15τῆς αὐτῆς πόλεως τὰς ὑπαρξάσας αὐτῷ
περὶ Ἀντιπέρα Πέλα, ἐκ μὲν τοῦ Ῥόδω-
νος καὶ Ἀγασικράτους κλήρου σειτικὰς(*)
μοναρτάβου μὲν ἀρούρας ἕνδεκα ἥμι-
συ ὄγδοον , διαρτάβου δὲ ἀρούρας
20δύο ἥμισυ τέταρτον ὄγδοον δυοτριακο-
στόν , τῶν δὲ ὅλων ἀρουρῶν δεκατεσ-
σάρων ἡμίσους δυοτριακοστοῦ οὐσῶν
ὑπὸ μίαν ὄψιν, ἀποδόντες αὐτῷ τὴν
τούτων τιμὴν ἐκ πλήρους ἐπὶ τοῖς
25διὰ τῆ[ς] πρ̣ά̣σεως δηλουμένοις δικαίοις
καὶ διαστολαῖς πάσαις ὡς ἡ συνχώρησις
περ[ι]έχει ἧς τὸν ἀναπεμφθέντα πρὸς
τοὺς τῶν ἐνκτήσεων βιβλιοφύλακας χρη-
ματισμὸν ὑποκολλήσαν̣\τες/ τοῖσδε τοῖς βιβλι-
30δίοις ἐπιδίδομεν ἀξιοῦντές σε ἐπιστεῖλαι
τοῖς αὐτοῖς βιβλιοφύλαξι τῶν ἐνκτήσεων
τὴν δέουσαν παράθεσιν ποιήσασθαι. (ἔτους) θ
Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σευήρου(*)
Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
35Θὼθ ιδ (hand 2) Αὐρήλιοι Πτολλίων καὶ Ἀπ[ίων]
——
ὁ καὶ Ἀμμώνιος ἀμφότ(εροι) κοσμητ(αὶ) δ[ιὰ]
Ἀπίωνος τοῦ κ(αὶ) Ἀμμωνίου ἐπιδ[ε]δώ[καμεν.]

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.