DDbDP transcription: psi.12.1228 [xml]
AD 188 ?
ἔτους κη Αὐτο[κράτορ]ος Καίσαρος Μ̣[ά]ρ̣κ̣[ου Αὐρηλίου] Κ[ομμόδου]
Ἀντωνίνου εὐ[σεβοῦς] εὐτυχοῦς σεβαστοῦ Ἀρμενιακ[οῦ]
Μηδικοῦ Παρθικ[οῦ Σαρ]ματικοῦ Γερμανικοῦ μεγίστου Βρεταννικοῦ,
Τῦβι κϛ. ὁμολογ[εῖ Θα]τρῆς ἀπελευθέρα Ἀφροδείτης ἀπελευ-
5θέρας Πρεμεμού[νιος ἀπ]ὸ Μώτεως ὡς (ἐτῶν) λα οὐλὴ ἀντικνημίῳ
ἀριστερῷ, μετὰ [κυρίου] Ψεναμούνιος Ἱέρακος Βήκιος ἀνδρός,
Ἑρμοκλεῖ Πετ[εχῶν]τος τοῦ Χεσθώθου ἀπὸ Ἀφροδεισίου
τῆς Μεικρᾶς(*) Ὀάσεως ἀπόντι διὰ Ἀμμωνίου Πισήχθιος Φίλου
ἀπὸ Μώτεως πεπρακέναι αὐτῷ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα
10χρόνον τὸ ὑπάρχον αὐτῇ μέρος ἥμισυ Ἰσιδώρας δούλης, χωρὶς
ἱερᾶ[ς] νόσου καὶ ἐπαφῆς, τροφευθείσης αὐτῇ [ἀ]π̣ὸ̣ κϛ̣ (ἔτους) Τῦβι σὺν
τω̣ ̣[ ̣ ̣] ̣ ̣ (ἔτους(?)) Ἑρμοκλεῖ ὑπὸ Σαραπιάδος, ἀπελ(ευθέρας) τροφοῦ·
τιμῆς̣ τῆς συνπεφωνημένης ἀργυρίου δραχμῶν τρια-
κοσίων εἴκοσι ἃς ἀπεσχηκέναι αὐτὴν παρὰ τοῦ Ἀμμωνίου
15διὰ χειρὸς ἐκ πλήρους οὔσας τοῦ Ἑρμοκλέους, πρὸς τὸ ἀπὸ τοῦ
νῦν κρατεῖν αὐτὸν [κα]ὶ κυριεύειν τοῦ πεπραμένου αὐτῷ
μέρους ἡμίσους τῆς [προγεγρα]μμένης δο̣ύ̣λ̣η̣ς̣ καὶ ἐξουσίαν
ἔχειν διοικεῖν [καὶ οἰκονο]μεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῆται,
τῆς [β]εβαιώσε[ως ἐξακο]λουθούσης(*) τῇ ἀποδομένῃ Θατρῆ-
20τι διὰ π̣[α]ντὸς. [ ̣ ̣ ̣ ̣] ̣ ̣ ̣ω̣ν̣[ ̣]ε Ἑρμησίων Ἀπολλωνίου
ὁμολογεῖ ἀπεσχηκέναι τὰς ὀφειλομένας αὐτῷ ὑπὸ
τῆς Θατρῆτος ἐκ̣ τοῦ διελθόντος κζ (ἔτους) Φαμενὼθ ἀργυ-
ρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα ἐπὶ ὑποθήκῃ τῆς προ-
κειμένης δούλης, [πε]ρὶ ὧν μηδένα λόγον ἔχειν πρὸς αὐ-
25τὴν μηδὲ πρὸς τὴν̣ ὑπ̣ο̣θήκην. προσφωνεῖ ὁ Ἀμμώνιος
εὐδο[κε]ῖν τῇ διʼ αὑτοῦ γενομένῃ εἰς τὸν Ἑρμοκλέα ὠνῇ.
συνηκολούθησαν τῇ οἰκονομίᾳ (hand 2) Σαραπίων υἱὸς θετὸς Σαραπίω-
νος Τιθοέους Α ̣ ̣ ̣ους, Πετοσῖρις Πισήχθιος καὶ Σαραπίων Γ̣ε̣σεηχ( ) μάρτ(υρες).
(hand 3) Θατρῆς ἀπελευθέρα Ἀφροδείτη(*) ἡ προγεγραμμένη, μετὰ
30κυρίου Ψεναμούνιος Ἱέρακος ἀνδρός, Ἑρμοκλεῖ Πετε-
χῶντος πέπρακά σοι μέρος ἥμυσυ(*) Ἰσιδώρας δούλης
καὶ ἀπέσχον τὰς τῆς τιμῆς ἀργυρίου δραχμὰς τριακοσίας
[εἴκοσι] καὶ βεβαιώσω [καθ]ὼ̣ς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν
[ ̣ ̣ ̣ ̣ ̣]ρίωνος τοῦ Ἀπολλ( ) μὴ εἰδότων γράμματα. (hand 4) Σαραπίων
35[θετὸς υἱ]ὸς Σαραπ(ίωνος) Τιθ(οέους) ἐμ[αρτύρ]η̣σ̣α̣. (hand 5) Πετοσῖρις Πισήχθιος ἐμαρτύρησα.
(hand 6) [Σαραπίων -ca.?- ]ε̣ς( ) ἐμαρτύρησα. (hand 7) Ἑρμησίων Ἀπολ-
[λωνίου καὶ ὡς χρη]ματίζω Θατρῆτι ἀπελευθέρᾳ
[Ἀφροδείτης ἀπέσ]χον παρὰ σοῦ τὰς τῆς ὑπο-
[θήκης ἀργυρίου δρα]χμὰς ἑκατὸν τεσσαράκον-
40[τα καὶ οὐδένα λόγο]ν ἔχω πρός σε οὐδὲ πρὸς τὴν
[ -ca.?- ὑπο]θήκην ὡς πρόκειται. (hand 8) Ἀμμώνιος
[Πισήχθιος εὐδοκῶ τῇ γε]νομένῃ εἰς τὸν Ἑρμοκ̣λέα ὠνῇ. ☓☓☓☓☓
(hand 9) [ -ca.?- συ]ναλλαγματογ̣ρα ̣ ̣[ ̣ ̣ ̣ ̣] κεχρημάτικα
-- -- -- -- -- -- -- -- -- --
(perpendicular) 44,ms (hand 10) Ἑρμοκλῆς ἐπήνεγκα.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.