DDbDP transcription: psi.12.1239 [xml]
AD 430 Antinoopolis
[Reprinted from: sb.5.7996] SB5,7996
r
[μ]ετὰ τὴν ὑπατείαν Φλ(αουίων) Φλωρεντίου καὶ Διονυσί[ου] τῶν λαμπροτάτων, Θὼ[θ] κα ιδ ἰνδικτίονος, ἐν [Ἀ]ντινόου πόλει τῇ λαμπροτά[τῃ].
Αὐρήλιοι Βίκτωρ Σύρου μονάζων ἑξῆς ὑ(*)πογράφων καὶ οἱ τούτου ἀδελφιδοὶ Νό̣ννα καὶ Φοιβάμμων καὶ Τσουρωσία ἐκ μητρὸς Αι(*)ονης, διʼ ἐμοῦ τοῦ κυρίου αὐτῶν
πατρὸς Αὐρηλίου Κολλούθου <τοῦ> Ἀνόχιος μητρὸς Νόννας φυλῆς Ὀσιραντινοί(*)δος ἐπιστάτου τυλοπλόκων τοῦ καὶ ἀναδεχομένου τὴν γνώμην καὶ τὴν προαίρεσιν
τῶν ὑ(*)πεξουσίων αὐτοῦ παίδων καὶ ἐγγυωμένου ἰ(*)δίῳ αὐτοῦ κινδύνῳ πᾶσαν πίστιν καὶ βεβαίωσιν τῆσδε τῆς πράσεως ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις
5οἱ πάντες ἀπὸ Ἀντινόου πόλεως τῆς λαμπροτάτης, Αὐρηλ̣ίῳ Βίκτορι Πεεῦτος ἀπὸ τῆς αὐτῆς Ἀντινοέων φυλῆς Παυλίνης ἀμπελουργῷ χαίρειν.
ὁμολογοῦμεν κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον πεπρακέναι σοι καὶ καταγεγραφέναι πληρεστάτ̣ω
παντὶ δεσπ[ο]τικῷ δικαίῳ καὶ καλῇ πίστει τὸ ὑ(*)πάρχον ἡμῖν ἐξ ἴ(*)σου κατὰ τὸ ἕκτον μέρος καὶ ἐλθὸν <εἰς> ἡμᾶς ἀπὸ δικαίου κληρονομίας Ἀπίας τῆς ἀπογενομένης
μητρὸς μὲ[ν] ἐμοῦ τοῦ Βίκτορος, μάμμης δὲ ἡμῶν Νόννης καὶ Φοιβάμμωνος καὶ Τσουρωσίας τρίτον μέρος οἰκίας ὁλοκλήρου μονοστέγου οἵας
ἐστὶν διαθ[έ]σεως καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων κατὰ κοινωνίαν τοῦ λοιποῦ διμοίρου μέρους σοῦ τοῦ Βίκτορος εἰς συμπλήρωσιν τῆς
10πάσης οἰκίας οὔσης ἐπὶ τῆς αὐτῆς Ἀντινοέων ἐν τῷ γ γρ(άμματι) πλινθ(είῳ) ιγ νευούσης εἰς βορρᾶ, ἧς γείτονες νότου οἰκία ὑ(*)πὸ Θατρῆν ἐλαιοπωλοῦσαν, βορρᾶ δημοσία
[ῥ]ύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου τὰ Βίκτορος, λιβὸς οἰκία τῆς ἁγίας καθολικῆς ἐκκλησίας, ἢ οἷοι ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν, τιμῆς
[τ]ῆς πρὸς ἀλλήλους συμπεφωνημένης χρυσοῦ νομισματίων δεσποτικῶν δοκίμων εὐστάθμων δύο, γί(νονται) χρ(υσοῦ) νο(μισμάτια) β, ἅπερ αὐτόθεν ἡμεῖς οἱ ἀποδόμενοι
[ἐ]κ πλήρους ἠριθμήμεθα παρὰ {ρα} σοῦ τοῦ ὠνουμένου διὰ χειρὸς σοῦ εἰς χεῖρας ἡμῶν, εἰς τὸ ἀπὸ τοῦ νῦν σὲ κρατεῖν καὶ κυριεύειν καὶ δεσποτεύειν τοῦ
[καθὼς πρό]κ̣ειται πραθέντος σοι ὑφʼ ἡμῶν προκειμένου τρίτου μέρους τῆς οἰκίας μετὰ παντὸς τοῦ δικαίου αὐτοῦ, οὗ τὴν νομὴν καὶ τὴν δεσποτείαν
15[ἐντεῦθεν σ]οὶ(*) παραδεδώκαμεν καὶ τοὺ̣ς παρὰ σοῦ μεταπαραλη[μψ]ομένους δεσπόζοντα̣ς χρωμένους καὶ διοικοῦντας καὶ οἰκονομοῦντας
[καὶ] ἐπιτελοῦντας περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀνεμποδίστως, βεβαιούντων ἡμῶν τῶν πωλούντων καὶ τῶν παρʼ ἡμῶν σοί τε
τῷ πριαμένῳ καὶ τοῖς παρά σου πάσῃ βεβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου, ἢ ἐκτίσιν(*) σ[οι τὴν πρ]ο-
κειμέν̣ην τιμὴν διπλῆν καὶ εἰς τὸ δημόσιον τὴν ἴ(*)σην καὶ τὰ ἄλλα πάντα ἀναλώματα ἢ καὶ δαπανήματα διπλᾶ, καὶ μηδὲν ἧσσον πρὸς τω(*) σοι
καὶ τοῖ[ς] παρά σου μένειν τήνδε τὴν πρᾶσιν κυρίαν οὖσαν καὶ βεβαίαν καθότι καὶ ἐστίν, ἥνπερ ἁπλῆν γραφεῖσαν ἐξεδόμεθά σοι πρὸς
20ἀσφάλειαν πανταχοῦ ἐπιφερομένην ὡς ἐν δημοσίῳ ἀρχείῳ τετελειωμένην, ἧς καὶ τῇ ὑπὸ σοῦ δημοσιώσει ἐντεῦθεν εὐδοκοῦμεν
καὶ πειθ[ό]μεθα· καὶ εἰς πάντα ἐπερ(ωτηθέντες) ὡμολ(ογήσαμεν). (hand 2) Αὐρήλιος Βίκτωρ Σύρου ὁ προκείμενος πέπρακα ἅμα τοῖς προκειμένοις μου ἀδελφιδοῖς τὸ τρίτον
μέρος τῆς προκειμένης οἰκίας μετὰ παντὸς τοῦ δικαίου αὐτοῦ καὶ συναπέσχον τὰ τῆς τιμῆς χρυσοῦ νομισμάτια δόκιμα δύο
καὶ βεβαιώσω καὶ πίθομαι(*) πᾶσι ὡς πρόκειται· καὶ ἀναγνοὺς καὶ ὑ(*)πογράψας καὶ πληρωθεὶ[ς] ἀπέλυσα τὴν πρᾶσιν. (hand 3) Αὐρήλιοι Νόννα καὶ Φοιβάμμων
καὶ Τσυρωσία διʼ ἐμοῦ τοῦ κυρίου αὐτῶν πατρὸς Αὐρηλου(*) Κολλούθου τοῦ καὶ ἀναδεχομένου τὸν κίνδυνον τῆς πράσεως συνπεπράκαμεν ἅμα τῷ προκειμένῳ
25Βίκτορι τὸ τρίτον μέρος τῆς προκειμένης οἰκίας μετὰ παντὸς τοῦ δικαίου αὐτοῦ καὶ συναπεσχήκαμεν διὰ τοῦ πατρὸς ἡμῶν τὰ τῆς τιμῆς χρυσοῦ νομισμάτια
δόκιμα δύο καὶ βεβαιώσω καὶ πείθομαι πᾶσι ὡς πρόκειται καὶ πληρωθεὶς ἀπέλυσα τὴν πρᾶσιν. Αὐρήλιος Ἑρμαπόλλων Διονυσίου οἰκῶν ἐν Ἀντινόου ἔγραψα ὑ(*)πὲρ
αὐτῶν παρόντων καὶ εἰπόντων μοι γράμματα μὴ εἰδότων. (hand 4) Αὐρήλιος Φοιβάμμων Ἰ(*)σιδώρου οἰκῶν ἐν Ἀντινόου μαρτυρῶ τῇ πράσει. (hand 5) Αὐρήλιος Ἰσίδωρος
Ἰ(*)σιδώρου μαρτυρῶ τῇ πράσει οἰκῶν ἐν Ἀντινόου.
† διʼ ἐμοῦ Ἑρμάμμονος(*) ἐγράφη̣ ̣ ̣ ̣ ̣ v
30(hand 1) πρᾶ(σις) (τρίτου) μέρους οἰκίας πραθ(είσης) ὑ(*)πὸ Βίκτορος <καὶ> τῶν ἀδελφιδῶν αὐτοῦ τιμ(ῆς) χρ(υσοῦ) νο(μισματίων) β
^ r.2. ϋπογραφων papyrus
^ r.2. αϊονησ papyrus
^ r.3. οσιραντινοϊδοσ papyrus
^ r.4. ϋπεξουσιων papyrus
^ r.4. ϊδιω papyrus
^ r.7. ϋπαρχον papyrus
^ r.7. ϊσου papyrus
^ r.10. ϋπο papyrus
^ r.15. BL 8.408 : [οἱ ἀποδόμενοι σ]οὶ prev. ed.
^ r.17. l. ἐκτίσειν
^ r.18. ϊσην papyrus
^ r.18. l. τὸ
^ r.23. l. πείθομαι
^ r.23. ϋπογραψασ papyrus
^ r.24. l. Αὐρηλ<ί>ου
^ r.26. ϋπερ papyrus
^ r.27. ϊσιδωρου papyrus
^ r.28. ϊσιδωρου papyrus
^ r.29. l. Ἑρμάμμωνος, BL 8.408 : Ερμαμμυης prev. ed.
^ v.30. ϋπο papyrus

Apparatus

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.