DDbDP transcription: psi.12.1249 [xml]
AD 265 Oxyrhynchus
Αὐρήλιοι Σαραπίων ὁ καὶ Ἀπολλωνι-
ανὸς γυμνασίαρχος βουλευτὴς τῆς
Ὀξυρυγχειτῶν πόλεως καὶ ἡ μήτηρ
Διοσκουρίαινα ἡ καὶ Σαβεῖνα
5θυγάτηρ Διοσκουρίδου εὐθηνιαρ-
χήσαντος τῆς λαμπροτάτης πόλεως
τῶν Ἀλεξανδρέων, μετʼ ἐγγύου εἰς
ἔκτεισιν(*) Αὐρηλίου Ἥρωνος τοῦ καὶ Ἀγα-
θοῦ Δαίμονος βουλευτοῦ τῆς αὐτῆς Ὀξυ-
10ρυγχειτῶν πόλεως, Αὐρηλίοις
Θέωνι τῷ καὶ Ὠριγένει γυμνασιάρ-
χῳ βουλευτῇ τῆς αὐτῆς πόλεως καὶ
τῇ τούτου γυναικὶ Διδύμῃ τῇ καὶ Ἀν-
τιοχείῃ θυγατρὶ Ἱέρακος τοῦ καὶ Σαρα-
15πίωνος γυμνασιαρχήσαντος καὶ πρυτα-
νεύσαντος βουλευτοῦ τῆς αὐτῆς πόλε-
ως χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι
παρʼ ὑμῶν τιμὴν πλήρη οἴνου γενή-
ματος τοῦ ἐνεστῶτος ιβ (ἔτους) κεραμίων
20Ὀξυρυγχειτικῶν τετραχόων λεγομένων
ἀριθμῷ διακοσίων τεσσάρων , σοῦ μὲν
τοῦ Θέωνος κεραμίων πεντηκονταενός ,
σοῦ δὲ κεραμίων ἑκατὸν πεντηκον-
τατριῶν · ὅνπερ οἶνον παραδώσομεν
25ὑμεῖν(*) ἀπὸ κτήματος περὶ Χύσιν Πα-
βοκ’ καλουμένου παρὰ ληνὸν μέτρῳ
ᾧ τὸ ὅλον γένημα ἐξαντλεῖται ἐν και-
νοκεράμοις τῷ Μεσορὴ μηνὶ χωρὶς
πάσης ὑ(*)περθέσεως· εἰ δὲ μή, ἐκτείσο-
30μεν ὑμεῖν(*) τὴν ἐπὶ τοῦ τότε καιροῦ
ἐσομένην τοῦ οἴνου τιμὴν διπλῆν, γει-
νομένης ὑμεῖν(*) τῆς πράξεως παρά τε
ἡμῶν καὶ τοῦ ἐγγύου ἀλληλεγγύων ὄντων
εἰς ἔκ̣τ̣εισιν, καὶ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῆσθε, ὡς κα-
35θήκει. κυρία ἡ κατὰ χειρόγραφον συναλλα-
γὴ δισσὴ γραφεῖσα πανταχῇ ἐπιφερομέ-
νη καὶ παντὶ τῷ ὑπὲρ ὑμῶν ἐπιφέροντι.
περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γενέ-
σθαι ἐπερωτηθέντες ἡμεῖς τε καὶ ὁ ἐνγυ-
40ητὴς ὡμολογήσαμεν. (ἔτους) ιβ Αὐτοκράτορος
Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ
μεγίστου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ, Ἐπεὶφ ια.
——
(hand 2) Αὐρήλιος Σπαρτιάτης ὁ καὶ Π-
αυσανίας διʼ ἐμοῦ τῆς μητρὸς
45Αὐρηλίας Διοσκουριαίνης τῆς
καὶ Σαβείνης ἔσχον τὴν τι-
μὴν τῶν τοῦ οἴνου και-
ραμίων(*) διακοσίων τεσ-
σάρων καὶ ἀποδώσω ὡς
50πρόκειται· καὶ ἐπερωτηθεῖ-
σα ὡμολόγησα. (hand 3) Αὐρήλ(ιος) Σαρα-
πίων ὁ καὶ Ἀπολλωνιανὸς γυμ(νασίαρχος)
ἀπέσχον τὴν τιμὴν τῶν τοῦ οἴ-
νου κεραμίων διακοσίων τεσσά-
55ρων καὶ ἀποδώσω ὡς πρόκει-
ται· καὶ ἐπερωτηθὶς(*) ὡμολόγησα.
(hand 4) Αὐρ(ήλιος) Ἥρων ὁ καὶ Ἀγαθὸς Δαίμων ἐνγυ-
ῶμαι εἰς ἔκτεισιν(*) τοῦ προκειμένου
οἴνου, μένοντός σοι τοῦ λόγου πε-
60ρὶ ὧν ἄλλων ὀφείλεταί σοι· καὶ ἐπε<ρω>επετηθεὶς(*) ὡμολόγησα.
ανὸς γυμνασίαρχος βουλευτὴς τῆς
Ὀξυρυγχειτῶν πόλεως καὶ ἡ μήτηρ
Διοσκουρίαινα ἡ καὶ Σαβεῖνα
5θυγάτηρ Διοσκουρίδου εὐθηνιαρ-
χήσαντος τῆς λαμπροτάτης πόλεως
τῶν Ἀλεξανδρέων, μετʼ ἐγγύου εἰς
ἔκτεισιν(*) Αὐρηλίου Ἥρωνος τοῦ καὶ Ἀγα-
θοῦ Δαίμονος βουλευτοῦ τῆς αὐτῆς Ὀξυ-
10ρυγχειτῶν πόλεως, Αὐρηλίοις
Θέωνι τῷ καὶ Ὠριγένει γυμνασιάρ-
χῳ βουλευτῇ τῆς αὐτῆς πόλεως καὶ
τῇ τούτου γυναικὶ Διδύμῃ τῇ καὶ Ἀν-
τιοχείῃ θυγατρὶ Ἱέρακος τοῦ καὶ Σαρα-
15πίωνος γυμνασιαρχήσαντος καὶ πρυτα-
νεύσαντος βουλευτοῦ τῆς αὐτῆς πόλε-
ως χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι
παρʼ ὑμῶν τιμὴν πλήρη οἴνου γενή-
ματος τοῦ ἐνεστῶτος ιβ (ἔτους) κεραμίων
20Ὀξυρυγχειτικῶν τετραχόων λεγομένων
ἀριθμῷ διακοσίων τεσσάρων , σοῦ μὲν
τοῦ Θέωνος κεραμίων πεντηκονταενός ,
σοῦ δὲ κεραμίων ἑκατὸν πεντηκον-
τατριῶν · ὅνπερ οἶνον παραδώσομεν
25ὑμεῖν(*) ἀπὸ κτήματος περὶ Χύσιν Πα-
βοκ’ καλουμένου παρὰ ληνὸν μέτρῳ
ᾧ τὸ ὅλον γένημα ἐξαντλεῖται ἐν και-
νοκεράμοις τῷ Μεσορὴ μηνὶ χωρὶς
πάσης ὑ(*)περθέσεως· εἰ δὲ μή, ἐκτείσο-
30μεν ὑμεῖν(*) τὴν ἐπὶ τοῦ τότε καιροῦ
ἐσομένην τοῦ οἴνου τιμὴν διπλῆν, γει-
νομένης ὑμεῖν(*) τῆς πράξεως παρά τε
ἡμῶν καὶ τοῦ ἐγγύου ἀλληλεγγύων ὄντων
εἰς ἔκ̣τ̣εισιν, καὶ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῆσθε, ὡς κα-
35θήκει. κυρία ἡ κατὰ χειρόγραφον συναλλα-
γὴ δισσὴ γραφεῖσα πανταχῇ ἐπιφερομέ-
νη καὶ παντὶ τῷ ὑπὲρ ὑμῶν ἐπιφέροντι.
περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γενέ-
σθαι ἐπερωτηθέντες ἡμεῖς τε καὶ ὁ ἐνγυ-
40ητὴς ὡμολογήσαμεν. (ἔτους) ιβ Αὐτοκράτορος
Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ
μεγίστου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ, Ἐπεὶφ ια.
——
(hand 2) Αὐρήλιος Σπαρτιάτης ὁ καὶ Π-
αυσανίας διʼ ἐμοῦ τῆς μητρὸς
45Αὐρηλίας Διοσκουριαίνης τῆς
καὶ Σαβείνης ἔσχον τὴν τι-
μὴν τῶν τοῦ οἴνου και-
ραμίων(*) διακοσίων τεσ-
σάρων καὶ ἀποδώσω ὡς
50πρόκειται· καὶ ἐπερωτηθεῖ-
σα ὡμολόγησα. (hand 3) Αὐρήλ(ιος) Σαρα-
πίων ὁ καὶ Ἀπολλωνιανὸς γυμ(νασίαρχος)
ἀπέσχον τὴν τιμὴν τῶν τοῦ οἴ-
νου κεραμίων διακοσίων τεσσά-
55ρων καὶ ἀποδώσω ὡς πρόκει-
ται· καὶ ἐπερωτηθὶς(*) ὡμολόγησα.
(hand 4) Αὐρ(ήλιος) Ἥρων ὁ καὶ Ἀγαθὸς Δαίμων ἐνγυ-
ῶμαι εἰς ἔκτεισιν(*) τοῦ προκειμένου
οἴνου, μένοντός σοι τοῦ λόγου πε-
60ρὶ ὧν ἄλλων ὀφείλεταί σοι· καὶ ἐπε<ρω>επετηθεὶς(*) ὡμολόγησα.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.