Papyri.info

Editor not available.

p.berl.moeller.1 = HGV P.Berl. Möller 1 = Trismegistos 17454 = sb.4.7338



DDbDP transcription: p.berl.moeller.1 [xml]

AD 300 Herm<Lykopolite
[Reprinted from: sb.4.7338] SB4,7338

ἐν Εὐργέτιδι τῇ κατὰ Λύκων τὴν λαμ[π]ρ̣[ὰν πόλιν.]
ἔτ(ους) [ἑ]κκαιδεκάτου Αὐτοκράτορος Καίσαρος [Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ πεντε]κ̣αιδεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιαν̣οῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων
Π̣[ε]ρσ̣ικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν [Σεβαστῶν καὶ ὀγδόου Φλαουίου Οὐαλερίου Κωνστ]αν̣τίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνστα̣ν̣τίου καὶ Μαξιμιανοῦ
ἐ̣πιφανεστάτων Και[σά]ρων τὸ τρίτον ⁦ vac. ? ⁩ Γορπ[ιαίου -1-2- ἐπὶ ἀρχιερέως τοῦ μὲν Καισαρείο(?)]υ̣ Μάρκου Αὐρηλίου Βησαρίωνος Διδύμου τῶν ἐκ βουλῆς ἀρχόντων Λυκαιέως, τοῦ δὲ Σεβαστείου Μάρκου Αὐρηλίου Βησαρίων̣[ος] τοῦ καὶ Παντωνύ-
5μου τῶν ἐκ βουλῆς ἀρ[χό]ντων καὶ ὡς χρημ(ατίζουσι). ὁμ[ολογία, ἣν ἔθεντο Αὐρηλία Διδύμη ἡ καὶ   ̣  ̣  ̣  ̣]  ̣  ̣σα Ἱ(*)έρακος χωρὶς κυρίου χρη(ματίζουσα) τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη μετὰ συνεστῶτος τοῦ ἑαυτῆς ἀνδρὸ[ς Δι]δ̣υ̣μάρχου
τοῦ καὶ Διοσκορίδου τῶ[ν] ἐν Λύκων τῇ λαμπρᾷ π̣[όλει καὶ Αὐρηλία Ἡράκλεια - ca.13 - ὁ]μ̣οίως χωρὶς κυρίου χρη(ματίζουσα) τέκνων δικαίῳ μετὰ συνεστῶτος ⁦ vac. ? ⁩ κ̣αθʼ ἣν
ὁμολογοῦσι· ἐπεὶ ἐνέτυχεν ἡ Αὐρηλία Διδύμ[η διʼ ἀναφορᾶς τῷ διασ(ημοτάτῳ) ἐπάρχῳ Αἰγύπτου αἰτι]ω̣μένη τὴν Αὐρηλίαν Ἡράκλειαν ὡς περὶ παραθήκης δραχμῶν τρισχε[ι]λίων(*) παλαιοῦ νομ̣ίσματο̣ς̣ [ἀδικο]ί̣η̣ αὐτήν,
ἀνεπέμφθη ἐπὶ τὸν πρόεδρον διʼ ὑπογραφῆ[ς τοῦ ἐπάρχου· ἐνέτυχε τῷ προέδρῳ καὶ ὁ π]ρόεδρος ἐπὶ γνώμην γενόμενος τὸ προ̣σῆκον ὁρίσει ⁦ vac. ? ⁩ τῆς δὲ δίκη̣ς̣ μελλούσης λέγεσθαι ἐπὶ τοῦ δοθέντος δικαστοῦ
ἐδοκίμασαν μᾶλ[λ]ον ἀπραγμόνως δια[λύσασθαι καὶ εὐδοκούντων - ca.13 -]κειων καὶ τοῦ ἀνδρὸ̣ς τῆς Διδύμης Διδυμάρχου τὴν πρὸς ἀλλήλας ἀμφισβήτησιν διελύσαντο ἄνευ δικαστηρίου
10καὶ συνεπείσθησαν πρὸς ἀλλήλας κατὰ τὰ Ῥ̣[ωμαίων ἔθη ἡ Αὐρηλία Διδύμη μετὰ συνεστῶτος(?)] τοῦ ἀνδρὸς Διοσκορίδου μὴ ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν μηδʼ ἄλλον τινὰ ὑπὲρ αὐτῆς τῇ Αὐρη(λίᾳ) Ἡρακλείᾳ μήτε περὶ
παραθήκης μήτε περὶ βιβλιδίων η[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ μήτε περὶ μηδενὸς ἁπαξαπλῶς ἐγ]γράφου <ἢ> ἀγράφου πραγματον(*) τρόπῳ μηδενὶ κατὰ μηδεμίαν παρεύρεσιν, ἡ δὲ Ἡράκλεια ὁ̣μ̣οίως μηδὲ ἐγκαλεῖν τῇ Αὐρηλίᾳ
Δ̣[ι]δύμῃ περὶ μηδ[ε]ν̣ὸς ἁπαξαπλῶς π̣[ράγματος ἐγγράπτου ἢ ἀγράφου, ὥστε τὴν ἑαυ]τῶν ἀμφισβήτησιν λελύσθαι καὶ ἀνῃρῆσθαι τῇδε τῇ ὁμολογίᾳ τῆς [π]εριλύσεως καὶ τῇ τῶν ὅρκων πί̣[σ]τει, ταύτην δὲ
[τ]ὴν ὁμολογίαν τ[ῆς] περι[λ]ύσε̣ως με̣[νεῖν κυρίαν ἐπὶ τὸν πάντα χρόνον, καὶ οὐκ ἐξέ]σ̣ται οὐδενὶ ἀντιλέγειν οὐδὲ παραβαίνειν τι τῶν διʼ αὐτῆς ἐγγεγραμμένων πάντων ἢ τὸν ἀντιλέγοντα ἐκτίσειν ὑπὲρ
[ἐπ]ιτίμου τῷ ἱερωτάτῳ ταμείῳ ἀργυρί̣ου̣ [δραχμὰς - ca.27 - κ]αὶ ἱερὰ τὰ ἴσα πρὸς τῷ μένειν κυρία τὰ διωμολογημένα, ἐφʼ οἷς πᾶσι ἐπερωτηθεῖσαι αἱ Αὐρηλίαι Διδύμη μετὰ συνεστῶτος
15[τ]οῦ ἀνδρὸς Διοσκορίδου κ[αὶ Ἡ]ράκλεια <μετὰ> συ̣[νεστῶτος - ca.27 -] εὐδοκεῖν ὡμολόγησαν. προφερόμεναι δὲ αἱ αὐταὶ γράμματα μὴ εἰδέναι παρέστησαν ἑαυταῖς ἀναγνώστην Αὐρήλιον
⁦ vac. ? ⁩ [τοῦ πρὸς τ]ῷ γραφεί[ῳ Εὐεργέτιδος - ca.23 -]  ̣τω τὰ αὐτῆς καὶ μαρτυρα(*) τρεῖς Αὐρη(λίους) ⁦ vac. ? ⁩
[α]ἱ Α̣[ὐρηλί]αι σ[υνωμολόγ]ησαν [⁦ -ca.?- ⁩]

Apparatus


^ 5. ϊερακοσ papyrus
^ 7. l. τρισχιλίων
^ 11. l. πράγματος
^ 16. l. μάρτυρα<ς>

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.