DDbDP transcription: psi.9.1075 [xml]
AD 458 Oxyrhynchus
Φλαουίῳ Οὐαλερίῳ τ̣ῷ̣ λ̣ο̣γιωτάτῳ ἐκδίκῳ τῆς Ὀξυρυγχιτῶν πόλεως
παρὰ Αὐρηλίας Σοφίας θυγατρὸς Ἀνουθίου ἀπὸ τῆς αὐτῆς πόλεως.
τοῦ ἀνδρός μου ἐκβληθέντος παρὰ τοῦ ἰ(*)δίου πατρὸς
ἐπιρίψαντος(*) αὐτῷ καὶ χρέα συντίνοντα(*) εἰς νομίσ[μ]ατα
5[δ]εκατέσσαρα , ἅπερ ἐδυνήθην ἐπιγνῶναι \ἐκ/ τῆ\ς/ διαπράσεως τῶν τε
[πρ]οικῴων μο[υ] καὶ τοῦ φθορίου ἕδνου, καὶ συνκάμν̣ουσα αὐτῷ τῷ
[ἀν]δρί μου ἐδυνήθην μὲν καὶ οἰκίαν ἑαυτοῖς περιποιήσασθαι· οὗτος δὲ
[διά]θεσιν ἀγαθὴν μὴ διασώζων εἰς ἐμὲ παρʼ ἕκαστα ἐκβάλλει(*)
\με/ οὐδεμιᾶς̣ [α]ἰτίας εὑρισκομένης κατʼ ἐμοῦ. τούτου χάριν προσκυνει(*)
10τῇ σῇ λογιότητι ἀξιοῦσα κελεῦσαι παραστῆναι τοῦτον καὶ ἀναγκασθῆναι
καὶ τὸ ἕδνον καὶ τὴν προῖκάν μου ἀποκαταστῆσαι, καὶ τύπον
μοι δοῦναι περὶ τοῦ συνοικεσίου, λογιώτατε ἔκδικε κύριε.
(hand 2) Αὐρηλία Σοφία ἐπιδέδωκα.
(hand 3) ὑπατια(*) τοῦ δεσπότου ἡμῶν Φλα(ουίου) Λέοντος αἰωνίου Αὐγούστου τὸ α, Μεσορὴ ι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.