Papyri.info

sign in

psi.10.1119 = HGV PSI 10 1119 = Trismegistos 17549



DDbDP transcription: psi.10.1119 [xml]

AD 156 Oxyrhynchus

ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου [Ἁδρια]ν̣ο̣ῦ̣
[Ἀντ]ωνίνου Σεβαστοῦ εὐσεβοῦς, Φαρμοῦθι α̣, ἐν Ὀξυρύγχ[(ων) πόλ(ει) τῆ(ς) Θη(βαίδος)].
ὁ[μολο]γεῖ Διονυσία Θέωνος τοῦ Διονυσίου μητρὸς Με̣λ̣[⁦ -ca.?- ⁩ με-]
τ[ὰ κυ]ρίου τοῦ συγγενοῦς Διονυσίου Διονυσίου τοῦ Δ[ιονυσίου(?) μη-]
5τρὸ[ς] Δημητρίας τῷ ἑαυτῆς υἱῷ Σαραπίωνι Ἀλεξάνδρου τοῦ γ̣[ενομ(ένου) ἀνδρὸς αὐ-]
τῆς ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ πεπρακέναι τὴν [ὁμολογοῦσαν]
τῷ Σαραπίωνι ἀπὸ τοῦ νῦν κυριευτικῶς τὰ ὑπάρ̣χ̣[οντα αὐτῇ]
ὀικὰ καὶ βοικὰ κτή[νη] πάντα ὄντα ἐν ἐποικίῳ κα[ὶ ἀμπελικῷ κτή-]
ματι αὐτῆς περὶ κώμην Σενέπτα ἃ ἐλ̣ά̣μ[βαν]εν ἡ Δ̣[ιονυσία(?)  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
10ἅμα ἄλλοις τῷ αὐτῷ Σαραπίωνι κ̣ατὰ κυνω̣[νίαν](*) τ̣ο̣ῦ̣ [ἡμίσους(?) μ̣έ̣ρ̣ο̣υ̣ς̣ πρὸς]
τὴν γυναῖκα αὐ̣τοῦ Σαραπιάδα Ἀντιόχου τοῦ [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ἀπὸ τῆς] αὐτ[ῆς]
πόλεως, ὁμοίως δὲ καὶ ἥμισυ τέταρ[το]ν μέρος [τῶν ὀ̣ι̣κ̣ῶ̣ν̣ κ̣α̣ὶ̣ ταυ]ρ̣ι̣κ̣ῶ̣ν̣
καὶ βοικῶν κτηνῶν ἃ ἔσχεν ἡ Διονυσία ἅμα ἄ̣λ̣[λοι]ς π̣α̣ρ̣[ὰ τοῦ γε-]
νομένου αὐτῆς μὲν ἀνδρὸς τοῦ δὲ Σαραπίων̣ο̣ς̣ [πα]τρὸ[ς Ἀλεξάν-]
15δρου Ἀριστοκλέους τοῦ Ἀλεξάνδρου μητρὸς   ̣  ̣  ̣  ̣είας ἀπὸ τῆς
αὐτῆς πόλεως, καθʼ ἣν ἔθετο ὁπότε περιῆν ἐ̣π̣ὶ̣ τοῦ τῆς αὐτῆς πό-
λεως ἀγορανομείου(*) ταῖς ἐπαγομέναις τοῦ ἑ̣ν̣δ̣[εκ]άτου ἔτους
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐπὶ σφραγείδω[ν](*) δι[α]θήκην̣ ἥ̣[περ(?)]
ἐλύθη, ἀπὸ δὲ τοῦ αὐτοῦ ἡμίσους τετάρτου μέρου[ς] τῶν̣ δ̣ηλ̣[ουμέ-]
20νων πεπρᾶσθαι κτηνῶν ἐστὶν τὸ μὲν ἥμισυ ⟦  ̣  ̣⟧α κυνικ[  ̣  ̣  ̣  ̣]
αδιαρρετο̣ν̣ κατὰ τὸ ἕτερον ἥμισυ ἐν ἐποικίῳ καὶ ἑτέρῳ ἀ̣μ̣-
πελικῷ κτήματι πρότερον τοῦ Ἀλεξάνδρου ὄντι περὶ κώμην
Σενεκελεῦ, [τ]ὸ δὲ λοιπὸν τέταρτον ὁμοίως κοινὸν [καὶ] ἀ̣δ̣ι̣α̣[ί-]
ρετον κατὰ τὸ [λ]οιπὸν ἥμισυ τέταρτον ἐν ἄλλῳ ὁμοίως ἀ̣μ̣[πελι]κ̣-
25ῷ κτήμ[α]τι ὄν[τ]ι περὶ Σιναρύ̣, τειμῆς(*) τῆς συμπεφωνημένης
πρὸς ἀλλήλους, [τ]ῶ̣ν μὲν πάντων τῶν ὄντων ἐν τῷ περὶ
Σενέπτα κτήματι(*) ἀργυρίου δραχμῶν δισχειλίων(*) πεν[τα-]
κοσίων , ὑπὲρ δὲ τοῦ ἡμίσους μέρους τῶν ἐν τῷ περὶ Σενεκ̣[ε]λ[εῦ]
ἀργυρίου δραχμῶν τρισχειλίων(*) , καὶ ὑπὲρ τοῦ τετάρτου μ̣έ̣ρ̣ο̣υ̣ς̣
30τοῦ περὶ τὴν Σιναρὺ ἀργυρίου δραχμ[ῶ]ν [ἑξα]κοσίων · τὰς οὔσ[ας ἐ-]
πὶ τὸ αὐτὸ ἀργυρίου Σεβαστοῦ νομίσματος δ̣ρ̣[α]χ̣μὰ̣ς̣ ἑ̣ξ̣α̣κ̣ι̣σ̣[χι-]
λίας ἑκατόν , ὅ ἐστιν ἀργυρίου τάλαντον ἓν καὶ δραχμαὶ ἑκα-
τόν , αὐτόθι ἀπέσχεν ἡ Διονυσία παρὰ τοῦ Σαραπίωνο[ς] ἐκ
πλήρους. διὸ ἀπὸ τοῦ νῦν ἐξεῖναι τῷ Σαραπίωνι πᾶν ὁ ἐ-
35ὰν βούληται περὶ τῶν πεπραμένων αὐτῷ κτηνῶν καὶ
τῆς ἐσομένης τοῦ αἱροῦντος αὐτ\ῷ/(*) μέρους ἐπιγονῆς αὐ-
τῶν χρᾶσθαι καὶ διοικεῖν ὡς ἐὰν αἱρῆται, καὶ βεβαιώσειν τὴν
Διονυσίαν τῷ αὐτῷ Σαραπίωνι τὴν τούτων πρᾶσιν. κυρ[ία] ἡ
ὁμολογία.
——
40(hand 2) Διονυσία Θέωνος τοῦ Διονυσί[ου] πέπρακα τῷ υἱῷ
μου Σαραπ[ί]ωνι τὰ ὑπάρχοντά μοι ταυρικὰ καὶ βοικὰ κτήνη πάν-
τα ὄντα ἐν ἐποικίῳ καὶ ἀμπελικῷ κτήματι περὶ κώμην Σε-
νέπτα κ[αὶ] ἥμισυ μέρος ἑτέρων ταυρικῶν καὶ βοικῶν κτη-
νῶν ἐν ἀμπελικῷ κτήματι πρότερον τοῦ ἀνδρός μου Ἀλε-
45ξάνδρου περὶ Σενεκελεῦ, ὁμοίως δὲ κ̣α̣ὶ̣ τ̣έ̣ταρτον ἑτέρων κτη-
νῶν ὄντων ἐν ἄλλῳ κτήματι περὶ Σιναρύ· καὶ ἀπέχω τὰς ἐπὶ
τὸ̣ αὐτὸ τῆς πάντων τιμῆς ἀργυρίου δραχμὰς ἑξακισχι[λίας]
ἑκατόν , ὅ ἐστιν τάλαντον ἓν δραχμαὶ ἑκατὸν ἐκ πλήρου[ς],
καὶ βεβαιώσω πάσῃ β̣ε̣β̣(αιώσει) ὡς πρόκειται. Δι[ονύ]σιος Διονυσί[ου]
50ἐπιγέγραμμαι τ̣ῆ̣ς̣ συγγενίδος μ̣ου κύρ[ιο]ς καὶ ἔγραψα ὑ-
πὲ̣ρ̣ [αὐτῆς] μὴ εἰδυίης γράμματα. (hand 3) Σαραπίων Ἀλεξάνδρ[ο]υ [ὁ] πρ[ο-]
γεγραμμένος ἠγόρασα ὡς πρόκειται.
(hand 4) [⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
55[⁦ -ca.?- ⁩]α̣σ̣ημ(  ) [⁦ -ca.?- ⁩]

Apparatus


^ 10. l. κοινωνίαν
^ 17. l. ἀγορανομίου
^ 18. l. σφραγίδων
^ 25. l. τιμῆς
^ 27. corr. ex κτημα⟦α⟧
^ 27. l. δισχιλίων
^ 29. l. τρισχιλίων
^ 36. corr. ex αυτου

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.