DDbDP transcription: sb.6.8988 [xml]
AD 647 Apollonopolis Magna
[Reprinted from: sb.1.5763] SB 1 5763
[†] ἐν ὀνόματι τῆς ἁγίας ὁμοουσίου καὶ ζωοποιοῦ τριάδος, πατρὸς καὶ [υ]ἱοῦ καὶ [ἁγίου]
[πνεύματος] ̣ ̣η μηνὶ Ἐπεὶφ εἰκάδι δευτέρᾳ τῆς ἕκτης ἰνδ(ικτί)ο(νος) ἐν Ἀπ[ό]λλ̣[ω-]
[νος] πόλει †. τὴν παροῦσαν Ἀκυλιανὴν καὶ περιεκτικὴν [καὶ]
διαλυτικὴν ἀμεριμνείαν(*) πάσης ἑτέρας ἀσφαλείας δύναμιν
5ἔχουσ[α]ν τίθετα[ι] καὶ ποιεῖται ἐπʼ ἀγορᾶς ταύτ̣ης τῆς ἄνω Ἀπόλλωνος
Ἰωάννης ὁ εὐλαβέστατος διάκονος, υἱὸς τοῦ μακαρίτου Ἀβρααμίου,
εἰς Φιλήμωνα καὶ Θέκλα[ν σύ]μβιον αὐτοῦ, θυγατέρα ἄπα Δίου, οἱ ἀμφότεροι
ὁρμώμενοι ἐκ ταύτης τῆς ἄ̣ν̣ω Ἀπόλλωνος. † καὶ ἔστιν
ὡς ὁ ἐφεξῆς σαφηνίζει λόγος· πρὸ ἱκανοῦ χρόνου ἤτοι πρὸ τῆς
10[τῶν] Περσῶν ἀφίξεως Θέκλα, ἡ μακαρία θυγάτηρ Ἰακόβου Κᾶνα
[ὑπέθ]ετο Φιλήμωνι καὶ Θέκλᾳ τῇ αὐτοῦ συμβίῳ διʼ ἐγγράφου ὑποθηκιμαίας
ἀσφαλείας, δύναμιν ἐχούσης μετὰ τὴν τεταγμένην ἐν αὐτῇ προθεσμίαν,
τελείας ἀποταγῆς τὸ ὁλόκληρον αὐτῆς μέρος ἀπὸ τῆς οἰκίας τῶν κληρο(νόμων)(*)
Κ[α]ραύνη διακειμένης ἐν τῷ ὑψώματι τῆς πόλεως κατὰ κοινωνίαν
15Φιλήμωνος καὶ τῆς συμβίου [αὐ]τ̣[οῦ] εἰ̣ς̣ τ̣ὸ ὑπόλοιπον μέρος τῆς τοιαύτης
ἐ̣π ̣ ̣ ̣ ̣ ο̣ἰ̣κ̣ί̣α̣ς̣. τῶν οὖν εἰρη̣[μέ]νων Φιλήμωνος καὶ Θέκλης συμβίου αὐτοῦ
ἐπὶ νομῆς καὶ δεσποτείας γεγονότων ἔκτοτε τοῦ αὐτοῦ μέρους Θέκλης τῆς
μακαρίας πρὸς τῷ(*) ὑπολοίπῳ(*) ἀνήκοντι(*) αὐτοῖς μέρει(*) εἰς ἀναπλήρωσιν τῆς
[ὅλης] οἰκίας ἀκολούθως τῇ ὑπʼ αὐτοὺς νομῇ τε καὶ δεσποτείᾳ τοῦ πολλάκις
20[εἰρη]μένου μέρους Θέκλης τῆς μακαρίας μεχρὶ τῆς τελευτῆς αὐτῆς, καὶ μετὰ
τὴν αὐτῆς Θέκλης τελευτήν, ὡς ἔδοξεν, Ἰωάννῃ τῷ εὐλαβεστάτῳ διακόνῳ,
ἀπέσπασεν τὴν ὑπʼ αὐτοὺς νομὴν καὶ δεσποτείαν τοῦ αὐτοῦ μέρους οἰκίας
Θέκλης τῆς μακαρίας διὰ τῆς χειρὸς Μηνᾶ Μουσαίου ἀπαιτητοῦ,
[ὥστ]ε̣ ἀναγκασθῆναι αὐτοὺς πάντα ἐᾶσαι μετὰ πάντων καὶ κατελθεῖν ἐν τῇ
25[Ὀξυρυ]γχιτῶν πόλει καὶ λαβεῖν παρὰ τῶν αὐτῆς Θέκλης κληρονόμων διαγόντων
ἐκεῖσε τελείαν πρᾶσιν τοῦ τοιούτου ὑποτεθέντος αὐτοῖς μέρους οἰκίας εἰς
[βεβα]ί̣ωσιν ἐντελεστέραν αὐτῶν. καὶ δὴ ἀνελθόντες ἐκίνησαν τῷ εἰρημένῳ
[εὐ]λαβεστάτῳ ἀνδρὶ βουλόμενοι τῆς οἰκείας(*) ἐπὶ νομῆς γενέσθαι κατὰ
τὸ ἀρχαῖον σχῆμα. καὶ πολλῶν λαληθέντων τέλος ἔδοξεν ὥστε αὐτοὺς
30ἀκουσθῆναι πρὸς ἀλλήλους παρὰ Μαρίνῳ καὶ Μαρκιανῷ τοῖς περιβλέπτοις
πολιτευομένοις ταύτης τῆς πόλεως, τοῖς καὶ κοινῶς ἐπελεχθεῖσιν(*)
παρʼ ἀμφοτέρων αὐτῶν καὶ δικαιολογιῶν πολλῶν γενομένων ἐπὶ
ἱκανὰς ἡμέρας καὶ ἀποταξαμένων αὐτῶν ταῖς αὐτῶν ἀμφοτέρων
δ[ι]καιολογίαις μεθʼ ὑπογραφῆς τῶν ἀμφοτέρων αὐτῶν,
35[ε]ἰς ἑαυτὸν ἐλθὼν Ἰωάννης ὁ εὐλαβέστατος διάκονος μαθὼν
μάλιστα μηδὲν(*) δίκαιον λόγον ἔχειν πρὸς αὐτοὺς ἐκ τῶν μεθʼ
ὑπογραφῆς αὐτοῦ δικαιολογιῶν, μᾶλλον δὲ σκεψάμενος συμφέρον
αὐτῷ εἶναι διαλῦσαι πρὸς αὐτούς, πληροφορη[θ]εὶς μάλιστα ἐκ τῆς δυνάμεως
τῆς ἐμφανεισθείσης(*) τοῖς αὐτοῖς περι[β]λέπτοις δικασταῖς καθαρᾶς
40πράσεως καὶ συνεῖδεν ἀποτάξασθαι καὶ ἐλευθερωθῆναι τῆς
τοιαύτης ἐναγωγῆς, εὐλαβούμενος μὴ πρὸς τῇ τοιαύτῃ τῆς
δίκης συντριβῇ ζημιωθῇ καὶ τοὺς μισθοὺς τῶν δικαστῶν.
ε[ἰ]κότως οὖν καὶ ἀσμένως ἐπὶ ταύτην ἐλήλυθεν τὴν
ἔγγραφον Ἀκυλιανὴν ἀμεριμνείαν(*) ὁ αὐτὸς εὐλαβέστατος
45Ἰωάννης, διʼ ἧς ὁμολογεῖ καὶ ὡμολόγησεν, παρὼν ἐν δημοσίῳ
τόπῳ, πρότερον ἐν εἰδήσει ἀποταξάμενος καὶ ἀποταττόμενος
π[άσ]ῃ ἐκ νόμων βοηθείᾳ καὶ παντὶ προνομίῳ καὶ δόγματι καὶ pribiligio(*)
καὶ πάσῃ φόρου παραγραφῇ καὶ οἱᾳδήποτε δικαιολογίᾳ ἁρμοζούσῃ
αὐτῷ ἢ ἁρμόσαι δυνησομένῃ, ἑκὼν δὲ καὶ πεπεισμένος, αὐτο-
50προαιρέτῳ βουλήσει καὶ ἀνενδοιάστῳ λογισμῷ, δίχα δόλου
τινος καὶ χλευῆς καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ
συναρπαγῆς, μηκέτι μηδένα λόγον ἢ κίνησιν ἢ ἐναγωγὴν
ἔχειν ἢ ἕξειν πρὸς Φίλημα(*) καὶ Θέκλαν σύμβιον, οὐκ αὐτὸς Ἰωάννης,
ὁ εὐλαβέστατος διάκονος, οὐ κληρονόμοι αὐτοῦ, οὐ διάδοχοι, οὐ διακάτοχοι,
55οὐ πρὸς αὐτούς, οὐ πρὸς κληρονόμους αὐτῶν, οὐ διαδόχους, οὐ δια-
κατόχους, περὶ τοῦ πολλάκις εἰρημένου ὁλοκλήρου μέρους οἰκίας
τῆς αὐτῆς μακαρίας Θέκλης, φημὶ δὴ τοῦ μικροῦ συμποσίου
ἐπάνω τοῦ(*) πυλῶνος τῆς αὐτῆς οἰκίας καὶ τοῦ ἀέρος αὐτοῦ
ἄχρι καὶ αὐτοῦ καὶ τοῦ μικροῦ κελλίου ἤτοί ποτε αἰθρίου ἀνεῳγμένου
60ἐπʼ ἀπηλιώτην ἐπὶ τὸν πέσσον καὶ τοῦ ἐπάνω αὐτοῦ κοιτῶνος
καὶ τοῦ ἀέρος αὐτοῦ μετὰ παντὸς τοῦ καθʼ οἱονδήποτε τρόπον
αὐτῶν δικαίου καὶ χρηστηρίων ἤτοι παντοίων κοινωνιμαίων
τόπων ἄνω τε καὶ κάτω τῆς αὐτῆς ἁπάσης οἰκίας, διὰ τὸ
τελείως ἀπηλλάχθαι αὐτὸν πρὸς αὐτοὺς οἷα μάλιστα
65αὐτοῦ φανέντος κατὰ πολλοὺς τρόπους μὴ ἔχοντος οἱον-
δήποτε εὔλογον, εἰ δὲ ἐγγράφως εἰ δὲ ἀγράφως, πρὸς
αὐτοὺς περὶ ὧν ἐπήγαγεν αὐτοῖς, ἤτοι τοῦ μέρους οἰκίας
Θέκλης, τῆς πολλάκις προμνημονευθείσης μακαρίας,
ἢ περὶ μέρους αὐτοῦ ἢ νομῆς ἢ δεσπο[τ]είας ἢ χ(ρήσ)εως
70ἢ οἰκήσεως, καὶ ὥστε αὐτὸν Ἰωάννην τὸν εὐλαβέστ(ατον) διά(κονον)
καὶ πάντας τοὺς μετʼ αὐτοῦ ἤτοι αὐτοῦ κληρονόμους παντοίους,
ἐμμένειν καὶ στέρξαι τῇ δυνάμει τῆς παρούσης Ἀκυλιανῆς
διαλύσεως, καὶ μηδὲν πάντων τῶν ἐμπεριεχομένων αὐτῇ
παρασαλεύειν πώποτε καιρῷ ἢ χρόνῳ ἢ καὶ κινῆσαι ἔτι πρὸς
75αὐτοὺς τὸ σύνολον ἢ οἱονδήποτε ἀντιρρητικὸν λόγον προκαλέσαι
περὶ τούτου ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίων, ἐνορίῳ(*) ἢ ὑπερ-
ορίῳ, κἄν(*) τε διʼ ἑαυτοῦ ἢ διʼ ἐντολέως ἢ διὰ παρενθέτου
προσώπου ἐπωμόσατο τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα
καὶ τὴν βασιλικὴν σωτηρίαν, οὐ μὴν καὶ κατὰ τοῦ περι-
80βεβλημένου αὐτῷ ἱερατικοῦ σχήματος. καὶ ὅτι εἴπερ
δόξῃ αὐτῷ ἤ τινι αὐτοῦ καθʼ οἱονδήποτε τρόπον ἢ καιρὸν
ἢ χρόνον τι βούλεσθαι παρασαλεύειν ἢ παρατιτρώσκειν
πάντων τῶν ἐμφερομένων ταύτῃ τῇ Ἀκυλιανῇ διαλύσει,
ἐφʼ ᾧ πάντα τὸν τοιοῦτό τι διαπράξασθαι τολμήσοντα
85πρωτοτύπως μὲν ἔνοχον ἔσεσθαι τῷ τῆς ἐπιορκίας
ἐγκλήματί τε καὶ κινδύνῳ, παρασχεῖν δὲ τῷ μέρει
Φιλήμωνος καὶ Θέκλης συμβίου αὐτοῦ ὑπὲρ μόνης τῆς
ἐπιχειρήσεως καὶ παραβάσεως χρυσοῦ νομίσματα
δώδεκα ὄβρυζα, ζυγῷ Ἀπόλλωνος, λόγῳ προστίμου,
90καὶ μόνου. καὶ μετὰ τὴν τοῦ τοιούτου προστίμου καταβολὴν
εἰ πρὸς ἀπαίτησιν ἁρμόσοι, ἐρρῶσθαι διὰ παντὸς τὴν
παροῦσαν Ἀκυλιανὴν διάλυσιν, ἣν ὑπερέθετο εἰς
ἀσφάλειαν αὐτῶν καὶ τῶν κληρονόμων αὐτῶν κυρίαν
οὖσαν καὶ βεβαίαν καὶ ἔννομον πανταχοῦ προφερο(μένην),
95ἐν δημοσίῳ ἀρχείῳ γεγενημένην καὶ κατὰ νόμους
τετελιωμένην(*), καθὼς καὶ εἰς τὰ προγεγραμμένα
πάντα ἐπερωτηθεὶς καλῶς ἔχειν ὡμολόγησεν. †
καὶ τούτου δήλου ὄντος ὥστε αὐτὸν Ἰωάννην, τὸν εὐλαβέστ(ατον)
διάκονον μὴ δύνασθαι ἐνάξαι αὐτοῖς καὶ περὶ ὧν φησιν
100ἐνήγαγεν αὐτοῖς ἐν ταῖς αὐτοῦ δικαιολογίαις οἰκοσκευῶν
τῆς αὐτῆς μακαρίας Θέκλης, διὰ τὸ φανῆναι αὐτὸν
ἀκαίρως καὶ περὶ τούτων ἐνάξαντα, καὶ ὅτι μὴ εὑρεθέντων
αὐτῶν Φιλήμωνος καὶ τῆς αὐτοῦ συμβίου τι τῶν τοιούτων κομισαμένων
τὸ σύνολον. † † (hand 2) Ἰωάννης ἐλάχ(ιστο)ς διάκ(ονος) υἱὸς τοῦ μακαρίτου Ἀβρααμίου, ὁ προγεγραμμένος,
105ἐθέμην τὴν παροῦσαν διαλυτικὴν ὁμολογίαν κατὰ πᾶσαν τὴν ἐμφερομένην αὐτῇ δύναμιν,
ὀμώσας(*) καὶ τὼν(*) θεῖων(*) ὅρκων(*) καὶ τὸ ἐκ παραβάσεως πρόστιμον τῶν νομισμάτων δώδεκα
ὁμολογήσας, καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. † † (hand 3) Ἀνθέμι̣ος, υἱὸ[ς] τ[οῦ]
μακαρίτου Γεωργίου μαρτυρῶ τῇ παρούσῃ Ἀκυλιανῇ διαλύσει ἐξ
αἰτήσεως τοῦ θεμένου. † † (hand 4) Ἀριστόβουλος Ἀρεοβίνδα μαρτυρῶ
110τῇ παρούσῃ Ἀκυλιανῇ διαλύσει ἐξ αἰτήσεως τοῦ θεμένου †.
(hand 5) † † Θεοδόσιος Μάρκου μαρτυρῶ τῇ παρούσῃ Ἀκυλιανῇ διαλύσει ἐξ αἰτήσεως
τοῦ θεμένου. † (hand 6) Θεοφύλακτος Ἀριστοφάνους τοῦ μακαρ(ί)τ(ου) μαρτυρῶ
τῇ παρούσῃ [Ἀ]κ[υλ]ι̣α̣[ν]ῇ διαλύσει κατ̣ʼ αἴτησιν τοῦ θεμένου. †
(hand 7) † Ἰωάννης [ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣ ̣ ̣ρ ̣ ̣ † μαρτυρῶ τῇ παρούσῃ Ἀκυλιανῇ διαλύ[σ]ει
115ἐξ αἰτήσε[ως τοῦ θεμέ]νου. †
(hand 1) † διʼ ἐμοῦ Ἰωάννου νομικοῦ ἐγρ(άφη).
((tachygraphic-marks))
((tachygraphic-marks))
((tachygraphic-marks))
120 ((tachygraphic-marks))
^ 4. l. ἀμεριμνίαν
^ 13. N. Gonis, AnalPap 30 (2018) 209 : κληρο(νόμων) ρο( ) prev. ed.
^ 18. l. τὸ
^ 18. l. ὑπόλοιπον
^ 18. l. ἀνῆκον
^ 18. l. μέρος
^ 28. l. οἰκίας
^ 31. l. ἐπιλεχθεῖσιν
^ 36. l. μηδένα
^ 39. l. ἐμφανισθείσης
^ 44. l. ἀμεριμνίαν
^ 47. l. priuilegio
^ 53. l. Φιλήμ<ων>α
^ 58. R.W. Daniel, Architectural Orientation, 56 n. 54 : τῆς prev. ed.
^ 76. BL 10.76 : ἐν ὁρίῳ prev. ed.
^ 77. l. καὶ ἄν
^ 96. l. τετελειωμένην
^ 106. l. ὀμόσας
^ 106. l. τὸν
^ 106. l. θεῖον
^ 106. l. ὅρκον

Apparatus

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.