Papyri.info

sign in

sb.5.8034 = HGV SB 5 8034 = Trismegistos 18009 = princeton.apis.p571



DDbDP transcription: sb.5.8034 [xml]

AD 52 Oxyrhynchus

[ἔτου]ς δ[ωδ]εκ[άτου Τιβ]ερίου Κλαυδίου Κ[αίσαρ]ος
[Σεβ]αστοῦ Γερμαν[ικοῦ] αὐτοκράτορος, Παῦνι κ̣ Σεβα(στῇ)
[ἐν Ὀ]ξυρύγχων π[όλει] τῆς Θηβαΐδος. ὁμολ[ογ]οῦσιν
[Ἀμ]μ[ώ]νιος καὶ Ἑρμόδοτος ἀμφότεροι Σαραπίων(ος)
5[Κεν]δέᾳ Κενδέου καὶ τῇ τούτου μὲν γυναικί, [τ]οῦ δὲ
Ἀμμων[ί]ου καὶ Ἑρμοδότου ἀδελφῇ Ἀπολλωνίᾳ τοῦ
αὐτ[οῦ] Σαραπίωνος, ἐν ἀγυιᾷ, ἀπέχε[ι]ν παρʼ αὐτῶν
ὁ μὲ[ν] Ἀμμώνιος τὸ ἐπιβάλλον αὐτ[ῷ] τε καὶ [τ]ῷ ἑτέρῳ
αὐτ[ο]ῦ καὶ τοῦ Ἑρμοδότου καὶ Ἀπολλωνίας ἀδελφῷ Πε-
10τουσ[ί]ῳ τοῦ αὐτοῦ [Σ]αραπίωνος, νυνεὶ(*) ὄντι ἀποδήμῳ,
δίμοιρον μέρος· ὁ δὲ Ἑρμόδοτος τὸ καὶ αὐτῷ ἐπιβάλλ(ον)
τρίτ[ο]ν μέρος ἀργυρ[ί]ου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νο-
μίσματος δραχμῶν ἑβδομήκοντα δύο κεφαλαίο(υ)
δ̣α̣ν̣ε̣[ίου, ὃ Ἀ(?)]μμώνιος καὶ Ἑρμόδοτο[ς] καὶ Πετούσιος δεδανεί-
15κασι τ[ῷ] τε Κενδέᾳ καὶ τῇ γυνα[ι]κὶ Ἀπολλωνίᾳ κατὰ
συνγ[ρ]αφὴν τὴν τελειωθεῖσαν διὰ τοῦ ἐν Ὀξυρύγχων
πόλε[ι] μνημονείου τῷ Παῦνι μηνὶ τοῦ ὀγδόου ἔτους
Τιβε[ρί]ου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ αὐτοκράτ(ορος)
ἐπʼ ἐ[ν]οικισμῷ τῶν σημανθέντων διὰ ταύτης τό̣(πων)(*)
20καὶ ἐπ[ὶ] τὸν δηλωθέντα χρόνον· καὶ μηδὲν ἐνκαλεῖν
μηδʼ ἐνκαλέσειν μηδʼ ἐπελεύσασθαι(*) τοὺς ὁμολογοῦντ(ας)
μηδʼ ἄλλον ὑπὲρ αὐ[τ]ῶν τῷ Κενδέᾳ μηδὲ τῇ γυναικὶ
Ἀπ[ολ]λωνίᾳ μηδ[ὲ] τοῖς παρʼ αὐτῶν μήτε περὶ τού[το]υ
μηδὲ πε[ρ]ὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσ(ης)
25ἡμέρας, ὁ δὲ Ἀμμ[ώ]νιος καὶ πάντα τὸν ἐπελευσόμε(νον)
αὐτο[ῖ]ς ἢ τοῖς παρʼ [αὐτ]ῶν ἐκ τοῦ τοῦ ἀδελφοῦ Πετουσίο(υ)
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] τούτων [χ]άρ[ι]ν ἀποστήσειν αὐτὸν τοῖς ἰδίοις
αὐ[τοῦ δ]α[π]ανή[μα]σι, ἢ χωρ[ὶς] τοῦ τὴ[ν] ἐσομένην
ἔφοδ[ον ἄ]κυρον [εἶν]αι ἔτι καὶ ἐκτίνειν τ[οὺς] ὁμολογοῦντ(ας)
30ἢ τὸν [ὑπὲρ] αὐτῶν ἐπελευσόμενον τοῖς προγεγραμμέ(νοις)
ἢ [τοῖς παρʼ α]ὐτῶν [κα]θʼ ἑκάστην ἔφοδον τό τε βλάβος
[καὶ ἐπίτ]ειμον(*) ἀργ(υρίου) [(δραχμὰς)] τεσσαράκοντα καὶ εἰς τὸ δημόσιο(ν)
[τὰ]ς [ἴσ]ας, καὶ μηθὲν ἧσσον κυρία ἡ συγγραφή.
(hand 2) ἔτους δωδε[κ]άτου Τιβερίου Κλαυδίου
35Κα[ίσ]αρος Σε[β]αστοῦ Γερμανικοῦ
[α]ὐτοκράτορ[ο]ς, Παῦνι κ, Σ̣ε̣β̣[  ̣  ̣  ̣  ̣]υ κ̣α̣ὶ̣
[δι]ὰ Ἡρακλεί[δ]ου τοῦ συνεσταμένου
ὑπ[ὸ] Ἐπιμ[ά]χου ἀγορανόμου κεκχρ(ημάτισται)(*)

Apparatus


^ 10. l. νυνὶ
^ 19. D. Hagedorn (via PN) : τ<ῆς συνγραφῆς> prev. ed.
^ 21. l. ἐπελεύσεσθαι
^ 32. l. [ἐπίτ]ιμον
^ 38. l. κεχρ(ημάτισται)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.