Papyri.info

sign in

p.cair.masp.3.67299 = HGV P.Cair. Masp. 3 67299 = Trismegistos 18426 = oxford-ipap.apis.377



DDbDP transcription: p.cair.masp.3.67299 [xml]

VI spc Aphrodito<Antinoopolis?

-- -- -- -- -- -- -- -- -- --
1καὶ ἐμπεφυτευκένα̣[ι ὁμο]ῦ̣ τὰ ὄντα [νῦ]ν̣ ἐν τῷ αὐτῷ̣ [χωρήματι]
κέλλια δύο μετὰ τῆς φαινομένης αὐτῶν ὄψ̣[εως καὶ τῆς]
καθόλου περιοχῆς, σὺν εἰσόδοις καὶ ἐξόδοις κ[αὶ] θύραις καὶ
θυρίσιν, κατʼ ἐμφ[υτ]εύσε̣[ως ὁμ]οῖως δίκαιον̣ καὶ ἐπὶ
5κατοχῇ καὶ πάσῃ [ἐ]ξ̣[ουσίᾳ καὶ πληρ]εστάτῳ ἐμφυτευτικῷ δικαίῳ
ἀναφαιρέτως, πρὸς τῷ δύ̣ν̣α[σθα]ι, ὡς προγέγραπται, Φοβάμμωνα(*)
τὸν λαμπρότατον κ[αὶ σο]φώτα[τον σχ]ολαστικὸν καὶ κληρονόμους
αὐτοῦ καὶ διαδόχ[ους καὶ δια]κ[ατόχους, ἔ]χει[ν ὡ]ς εἴρηται ἅπαν τὸ
προειρημένον ψιλὸν χώρημα μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου
10καὶ τῆς καθόλου περιοχῆς καὶ τῶν περιτειχισμάτων μετὰ τοῦ
ἐνόντος αὐτῷ λάκκου τε [καὶ ὑδρεύ]ματος καὶ κυκλευτηρίου κα[ὶ]
βοο̣σ̣τ̣ασίο(υ) καὶ πάσ[ης   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ καὶ τῆς] καθόλου περιοχῆς,
ἐξεῖναι δὲ τῷ αὐτῷ λαμπροτάτῳ [καὶ σο]φωτάτῳ σχολαστικῷ Φοβάμμω̣ν̣ι̣(*)
διεκδικεῖν πᾶν δίκαιον εἴτ̣ε σω[ματ]ικὸν εἴτε ἀσώματον, προσῆ̣κ̣ο̣ν̣
15τῷ προειρημένῳ ψιλῷ [χω]ρήματι, ε[ἰ συ]ν̣έβ̣η τι ἐν τῷ μεταξὺ χρόνῳ
ἀποσπασθῆναι εἴτε [μέρ]ος τοῦ [προ]ειρημένου ψιλοῦ χωρήματος
εἴτε δίκαιον(*) τοῦτο ἐκδικῆσαι, καὶ ἔχειν ὑ(*)πὸ τὴν̣ ἰ(*)δίαν κατοχὴν
καὶ κτῆσιν, καὶ εἰς ἣν βούλετ̣α̣ι̣ ὄ̣ψιν καὶ εἰς ὃν βούλεται τρόπον
μετασχηματίζειν αὐτ[ὸν τὸν εἰρ]η̣[μένον] τ̣όπον καὶ τὰ ἐν αὐτῷ
20κελλία, καὶ ἀνοικοδ[ομε]ῖ̣[ν αὐτὰ   ̣  ̣  ̣  ̣  ̣, κ]αὶ ἁπλῶς, ὅπως ἂν αὐτῷ
δόξῃ, εἴτε εἰς βελτίονα εἴτε εἰς χε̣ί̣[ρο]ν̣α ἐνεγκεῖν ὄψιν, οἷα τῆς
τοῦ αὐτοῦ τόπου τύχη[ς κιν]δυνευομ̣[ένη]ς αὐτῷ, ἐξεῖναι δὲ αὐτῷ
κα̣ὶ̣ ἐκποιεῖν τὸ ἐπʼ αὐτ̣[ῷ τῆ]ς ἐμφ[υτεύσ]ε̣ως δίκαιον, καὶ ἀντι-
καταλλάττειν καὶ εἰς ὃν βούλεται ἄλλον παραπέμπειν ἀκωλύτως
25καὶ ἀνεμποδίστως. ἀνθʼ’ ὁμολογεῖ δὲ καὶ Φοιβάμμων
ὁ λαμπρότατος καὶ σοφώ[τατος σχολασ]τικὸς ἑκὼν καὶ πεπεισμένος,
χωρὶς παντὸς δόλου καὶ φ[ό]β̣[ου καὶ] β̣[ίας] καὶ ἀπάτης καὶ ἀνάγκης
καὶ περιγραφῆς πάσης καὶ συναρπαγῆς, κ̣[υρί]ᾳ̣ βουλήσει καὶ ἀμετατρέπτῳ
λογισμῷ καὶ ἀμετανοή[τῳ γ]νώμῃ [ὀρθ]ῇ διανοίᾳ, ἐξειληφέναι καὶ
30ἐμπ̣εφ[υτ]ε[ύ]εσ̣[θα]ι π̣[αρὰ τοῦ δι]κ̣α̣ίου [τοῦ μ]νημονευθέντος
ἁγίου οἴκου, διὰ τῶν προδηλουμένων θεοφιλεστάτων καὶ εὐλαβεστάτων
προσώπων, τὸν προδηλούμενον ψ̣[ι]λὸν τόπον ὁλόκληρον οἵας ἐστὶ
θέσεως, μετὰ παντὸς αὐτοῦ τοῦ [δικαίου] καὶ τῆς καθόλου περιοχῆς,
καὶ μετὰ τοῦ ὄντος ἐν αὐτ[ῷ λά]κκο[υ τε] καὶ ὑ(*)δρεύματος καὶ
35κυκλευτηρίο(υ) καὶ βοοστασίου καὶ τῶν [ὄντ]ων ἐν αὐτῷ νῦν δύο
κελλίων καὶ παντὸς αὐτῶ[ν το]ῦ δικαί̣[ου κ]αὶ τῆς καθόλου περιοχῆς. καὶ
[ὁμ]ολογεῖ αὐτό̣[ς τ]ε̣ κ̣α̣ὶ̣ κλ̣η̣ρ̣ο̣ν̣[όμοι] αὐτοῦ [καὶ] διάδοχοι καὶ διακάτοχοι
διδόναι καθʼ ἕκαστον ἐνιαυτὸν τῷ δ̣[ι]καίῳ τοῦ αὐτοῦ ἁγίου οἴκου, διὰ τῶν
αὐτοῦ κατὰ καιρὸν προεστώτων εὐλαβεστάτων ἀνδρῶν, ὑ(*)πὲρ ἐτησίου ἀπο-
40τάκτου ἤτοι ἐμφυτεύματος τοῦ αὐτ[οῦ ψιλ]ο̣ῦ [χω]ρήματος, νόμισμα ἓν παρὰ κεράτια
πέντε κατὰ τὴν συναλλαγὴν τῆς πόλε̣ω̣[ς]. ὁμολ[ογο]ῦσιν δὲ οἱ ἀφʼ ἑκατέρου μέρους μὴ ἐξεῖναι
μηθ̣ετέρῳ μέρει ἀναπαλαῖσαι πρὸς τὴν πρ[ογεγρ]αμμένην ἐμφύτευσιν ἢ ὑ(*)πεναντίον
αὐτῆς χωρεῖν, ἀλλʼ ἐν παντὶ χρ̣όνῳ καὶ πᾶ̣[σι] τρόποις ἄτρωτόν τε καὶ ἀσάλευτον
[πα]ρ̣αφυλάξαι [αὐτήν. καὶ ὅτι ταύτην τὴν ὁμολογία]ν̣ κ[ατὰ νό]μ[ους π]ά̣ση[ς]
45[ἐμ]φυτεύσεως φυλάσ[σοντες ἑκά]σ̣τ̣[ῳ αὐτῆς] μ̣έρει ἰ̣(*)σχυρ[ὰν] κ̣[αὶ] ἀσάλευτων(*),
καὶ ἐπὶ τῆς πρ̣[ο]κ̣ειμένης ἐμφυτεύσε̣[ως μένοντε]ς̣ οὐ παρ[αβ]ή̣σον[τ]αι
τὴν τῶν αὐτῶ[ν ἀ]μ̣οιβαίων ὁμολ[ογημάτων δύ]ν̣αμι̣[ν, οἱ ἀφʼ ἑ]κ̣α̣τ̣έ̣ρ̣ο̣(υ)
μέρους, Μην[ᾶ]ς μὲν ὁ εὐλαβέστατος γ̣ε̣ν̣ικ[ὸ]ς οἰκονόμος καὶ Νουμένιος ἰ(*)δικὸς
οἰκονόμος τοῦ πολλάκις εἰρημένου ἁγίο[υ] εὐκτηρίου οἴκου, διεβεβαιώσαντο
50ἐν̣ώπιον τοῦ δεσπότο[υ] Χ̣[ριστ]οῦ καὶ το[ῦ π]ερικειμένου αὐτοῖ̣ς̣ σχήματος
Φοιβάμμων δ̣[έ ὁ σχολασιτκὸς] ἐ[π]ωμόσα[το](*) τήν τε ἁγία̣ν κα[ὶ] ὁμοούσιον
Τριάδ[α, καὶ τὴν νίκην τοῦ τῆς] οἰκουμέν̣[η]ς δεσπότου Φλ(αυίου) Ἰ(*)ουστινιανοῦ
τοῦ αἰωνίου αὐ[γούστ]ου αὐτοκράτορος̣, π̣ρὸς̣ [τ]ω(*), εἰ βουληθείη ὁπότερον παρα-
βῆναι μέρος <τὰ> π̣ρ̣[ο]δ̣ι̣[ο]μ̣ολογηθέντα, μ[ηδ]ὲ̣ν̣ μὲν ὤνασθαι ἐκ τοῦ
55ἐπιχειρήματος, δώσειν̣ [δὲ τ]ῷ̣ ἐμμέν[οντ]ι μέρει ὑπὲρ μόνου τοῦ τῆς
παραβάσεως ἐ̣γχειρήματος, ἐκ συμφ[ών]ου καὶ ἐπερωτήσεως, λόγῳ
προστ̣ί̣μου καὶ π̣ο̣ι̣νῆς, ἔργῳ καὶ δυ̣[νά]μει̣ ἀπαιτούμενα, χρυσοῦ νομισμά̣τ̣ι̣α̣
τριάκοντα ἓξ εὔσταθμ(α), πρὸς [τ]ω(*) καὶ μετ[ὰ τ]ὴ̣ν τοῦ προστίμου ἔκτισιν
εἰ οὕτω τύχοι, καὶ πρὸ τῆς τούτου κατα[βο]λῆς, ἰσχυρὰν εἶναι ἀρραγῆ
60καὶ ἀσάλευτον τὴν δύνα[μι]ν τῆς πάρ[ουσ]ης ἐμφυτευτικῆς ὁμολογίας
ἐπὶ πᾶσι τοῖς ἐμπεριεχομένοις α[ὐ]τῇ κεφαλαίοις πανταχοῦ
προφερομένην, καὶ πρὸς τω(*) τὸν παρ̣[αβαί]νοντα ἐνέχεσθαι τῷ τῆς ἐπιο̣ρκίας̣
[κινδύνῳ καὶ ἐγκλήματι ⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣  ̣  ̣]ς τ̣ῆ̣ς̣ ἁ̣γ̣ί̣α̣ς ἐκκλησίας παραβ̣α[⁦ -ca.?- ⁩ μηδέποτε]
65[αὐτὸν ζη]μιώ̣μασι τούτου χάρ[ιν π]ροστριβήσ[εσθαι ⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣  ̣]ῳ πίστει αὐτοῦ. καὶ ἐπὶ τούτοις ἐπερωτ[ήσαντες ἀλλήλους οἱ ἀφʼ ἑκατερο(ῦ)]
[μέρου]ς καὶ ἐπερωτηθέντες παρʼ ἀλλήλω[ν ταῦθʼ οὕτως ἔχειν διδόναι(*)]
[ποιεῖν] φ[υλάτ]τειν εἰς πέρας ἄγειν [ὡμολογήσαμεν ⁦ -ca.?- ⁩]
[- ca.15 -]  ̣ Μηνᾶς μὲν ὁ ε[ὐλαβέστατος γενικὸς οἰκονόμος]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 6. l. Φοιβάμμωνα
^ 13. l. Φοιβάμμωνι
^ 17. corr. ex δικαιο⟦υ⟧
^ 17. ϋπο papyrus
^ 17. ϊδιαν papyrus
^ 25. ανθʼ’ papyrus
^ 34. ϋδρευματοσ papyrus
^ 39. ϋπερ papyrus
^ 42. ϋπεναντιον papyrus
^ 45. ϊ̣σχυρ[αν] papyrus
^ 45. l. ἀσάλευτον
^ 48. ϊδικοσ papyrus
^ 51. BL 3.36 : [καὶ αὐτὸς] prev. ed. BL 1.449 : Φοιβάμμωνο̣[ς μάρτυρος, καὶ] ἐ[π]ώμοσα[ν] prev. ed.
^ 52. ϊουστινιανου papyrus
^ 53. l. τὸ
^ 58. l. τὸ
^ 62. l. τὸ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.