Papyri.info

sign in

bgu.4.1119 = HGV BGU 4 1119 = Trismegistos 18561



DDbDP transcription: bgu.4.1119 [xml]

6/5 BC Alexandria

Πρωτάρχωι
παρὰ Πτολεμαίου τοῦ Ἀνταίου Τημενείου καὶ Λέοντος τ[οῦ]
Θεοδότου Ἀλεξανδρέως καὶ παρὰ Ἀπολλωνίου τοῦ Ἀχιλλέω[ς]
Πέρσου τῆς ἐπιγονῆς. συνχωρεῖ ὁ Ἀπολλώνιος μεμισθῶ[σθαι]
5παρὰ τοῦ Πτολεμαίου καὶ Λέοντος ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ
Θῶυθ τοῦ εἰσιόντος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος πα̣ρ̣ὰ̣ μ̣ὲν το[ῦ Πτο-]
λεμαίου τὸ ὑπάρχον τῇ γυναικὶ αὐτοῦ Τρυφαίνηι Θέωνος ἀ̣σ̣τ̣ῆ̣ι̣
μέρος τρίτον, παρὰ δὲ τοῦ Λέοντος ὁμοίως τὸ ὑπάρχον α̣ὐ̣τ̣ῷ̣ μ̣έ̣ρ̣ο̣[ς]
τρίτον ἀπὸ κοινοῦ καὶ ἀδιαιρέτου τενάγους \  ̣  ̣  ̣  ̣  ̣/ ἀρουρῶν τ̣ε̣σ̣σ̣ά̣ρ̣[ων]
10ἡμίσους ἢ ὅσαι ἐὰν {εαν}(*) ὦσι, ἐν αἷς νυνε̣ὶ̣(*) ἄμπελο̣ι̣ κ̣α̣ὶ̣
ῥοδεὼν καὶ κυαμῶνες οὐσῶν δ̣ὲ̣ ἐν σφ[ρ]αγεῖ̣σ̣ι̣(*) δ̣υ̣σ̣ὶ̣ ἐπὶ τῆς κα-
τὰ Κανωβὸν ταινίας κατὰ ἱε̣ρὰ̣ν ἐν τοῖς λεγομένοις Τ̣ὰ̣ σ̣υ̣ν̣-
εχόμενα Παμυχ̣ήους φόρου τοῦ συνκεχωρημένου κατʼ ἐ-
νιαυτὸν ἕκαστον ἀργυρίου δραχμῶν ὀγδοήκοντα, ὃν καὶ
15διορθώσεται ὁ Ἀπολλώνιος ἀποδ[ο]ὺς τῶι Πτολεμαίωι
καὶ Λέοντι κατʼ ἔτος ἐν ἀναφοραῖς ἰσομερέσι τρισὶ διὰ
τετραμήνου ἀνυπόλογον παντὸς ὑπολόγου καὶ ἀνηλώμα(τος),
ἐπὶ τούτοις τὸν Ἀπολλώνιον [ἀντεχό]μ̣ε̣ν̣ο̣ν̣ τ̣ῶ̣ν̣ με-
μισθωμένων ἐπιτελεῖν ἀ̣[μ]π̣[έλων] κ̣α̣ὶ̣ τῶν κυα-
20μώνων τὰ προσήκοντα ἔργα π̣ά̣ν̣τα καθʼ ὥρα[ν] καὶ
κατὰ καιρὸν ἀρεστῶς μηδὲν   ̣  ̣  ̣εργοῦντα μηδὲ
καταβλάπτοντα μηδὲ παραλείποντα ἔργον μηδὲν
τῶν εἰς εὐεργίαν ἀνηκόντων, σ̣κ̣[άπτ]ω̣ν̣ τ̣ὸ̣ κ̣ο̣ι̣ν̣ὸ̣ν̣
κατὰ τρόπον καὶ ποτίζων τοῖς δέουσι ποτισμοῖς κ̣α̣τ̣α̣
25νε̣υ̣ω̣ν τῇ κατὰ καιρὸν λαχανείᾳ κ̣α̣ὶ̣ ἐ̣ά̣ν̣ τ̣ι̣ν̣α̣ τῆς
ἀμπ[έ]λου ἢ τοῦ ῥοδεῶνος [ἐγλείπῃ, ἀντικατα-]
φ̣υ̣τ̣ε̣ύ̣[ει]ν̣ ταυτὰ(*) γένη α̣ὐ̣τ̣ε̣ν̣ί̣α̣υ̣τ̣α̣ [καὶ μὴ ἐγλιπεῖν]
τὴν μ̣ί̣σ̣θ̣ω̣σιν ἐντὸς τοῦ χρ[ό]ν[ο]υ, [διελθόντος δὲ τούτου]
παραδ[οῦ]ν̣αι αὐτὸν τὰ μεμισθω[μένα] σ̣ύ̣ν̣φ̣υ̣τ̣α̣
30καὶ εὐ[θη]νοῦντα καὶ ε̣υ̣ε̣ρ̣η̣μ̣ε̣ν̣α̣ [καὶ καθα]ρ̣ὰ̣ ἀ̣π̣ὸ̣ π̣ά̣-
σης δε[ί]σης καὶ ἐ̣ν̣ μ̣η̣δ̣ε̣ν̣ὶ̣ χ̣[είρονα]   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣
δὲ καὶ τὸ̣ν φραγμὸν ὑ̣γιᾶ ο̣ἷ̣ο̣ν̣ κ̣α̣ὶ̣ π̣α̣ρ̣ε̣ί̣λ̣η̣φ̣ε̣ν ἢ καθʼ ὃ ἐ̣ὰ̣ν̣
παραβαίνῃ, εἶναι αὐτὸν παραχ[ρῆμα ἀγώγιμον καὶ]
συνέχ̣ε̣σ̣θ̣α̣ι̣ μ̣έ̣χ̣ρ̣ι̣ τοῦ ἐπάναγκαις(*) τα μ̣- ca.10 -
35ἐ̣π̣ι̣τ̣ε̣λ[έ]σαι καὶ ἐκτεῖσαι οὕς̣ τ̣ε ἐὰν ἐνοφείλῃ [τῶν φόρων σὺν ἡ-]
μιολίᾳ κ̣α̣ὶ̣ τὰ βλάβη καὶ δαπανήματα κ̣α̣ὶ̣ [ἄλλας ἐπίτι-]
μον ἀργυρίου δραχμὰς πεντακοσίας [ἐξουσίας οὔσης]
τοῖς μεμισθωκόσι, ἐὰν ἔ̣ν̣ τινι π̣α̣ρ̣α̣σ̣υ̣γ̣γ̣[ράψῃ ὁ]
Ἀπολλώνιος, ἐγ̣β̣άλλειν αὐτὸν ἐντὸς [τοῦ χρόνου τῆς]
40μισθώσεως καὶ ἑτέροις μεταδ̣ε̣ν̣α̣λ̣α̣ς̣  ̣  ̣  ̣  ̣  ̣  ̣ π̣ρ̣ά̣σ̣-
σειν δὲ καὶ τὸ ἐσόμενον παρὰ τὴν ἀνα̣μ̣ί̣σ̣θ̣ω̣σ̣ι̣ν̣
βλάβος γινομένης τοῖς μεμισθωκόσι τῆς πράξεως ἔκ τε
τοῦ Ἀπολλων[ί]ου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων
καθάπερ ἐγ(*) [δίκης ἀ]κύρων οὐσῶν καὶ ὧν ἐὰν ἐ̣π̣ε̣[νέγ-]
45κ̣ῃ̣ πίστεων πασῶν καὶ προσταγμάτων σκέπης
πάσης, ποιοῦ[ντο]ς δʼ αὐτοῦ κατὰ τὰ προγεγραμμένα καὶ τὸν
Πτολεμαῖον καὶ Λέοντα βεβαιοῦν αὐτῶι τὴν μίσθ̣ω̣-
σιν ἐπὶ τὸν χρ̣[όνο]ν   ̣[  ̣  ̣  ̣  ̣  ̣] μετὰ τῆς τ̣ι̣α̣ι̣ν̣  ̣  ̣  ̣
ἐ̣ν̣τ̣ὸ̣ς̣ τ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣ς ἀ̣[π]οθεῖναι τῶι̣ φόρωι̣ ἢ καὶ
50Π̣τ̣[ολεμαῖον καὶ Λέο]ντα ἐ̣ν̣[ό]χους εἶναι τοῖς [αὐ]τ̣οῖς βλάβεσι
[- ca.28 -]- ca.16 -
[- ca.28 -]- ca.16 -
[- ca.25 - συ]ν̣χώρησ̣ι̣ν̣ ἐ̣φ̣ʼ ὧι
παραδέξονται τῶι [Ἀπολλωνίωι τῶν γενο]μ̣ένων
55καρπῶν τὴν συντ̣[ίμησιν.]
——
(ἔτους) κε Καίσ[αρος ⁦ -ca.?- ⁩]
(hand 2)   ̣  ̣  ̣  ̣ (hand 1) δι(  )
(hand 2) Traces 4 lines

Apparatus


^ 10. P. van Minnen, Tyche 36 (2021) 198 (KorrTyche 1051) :   ̣  ̣  ̣ prev. ed.
^ 10. l. νυνὶ
^ 11. l. σφραγῖσι
^ 27. l. τὰ αὐτὰ
^ 34. l. ἐπάναγκες, P. van Minnen, Tyche 36 (2021) 198 (KorrTyche 1051) : ἐ̣π̣’ ἀ̣ν̣ά̣γ̣κ̣α̣ι̣ς̣ prev. ed.
^ 44. l. ἐκ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.