Papyri.info

sign in

bgu.4.1141 = HGV BGU 4 1141 = Trismegistos 18585



DDbDP transcription: bgu.4.1141 [xml]

13 BC? Alexandria

Ε̣ρ̣ω̣σ̣η̣τ̣ι̣ πλεῖστα χαί(ρειν). ἔλαβον παρὰ Φ̣[ι]λ̣ο̣ξ̣[ένου] τ̣ὴ̣ν̣ [σ]ὴ̣ν̣ ἐπιστολ(ὴν) μόνην
η̣  ̣  ̣  ̣  ̣  ̣  ̣ δ̣ι̣ε̣σ̣τ̣ά̣μ̣ε̣θ̣α̣ ἀφʼ ὡς̣ ἀπα̣- ca.24 -ω̣ν. δι̣ὸ καὶ [μετὰ]
π̣ο̣λ̣λ̣ῆ̣ς̣ [χ]αρᾶς κατέσχον αὐτο̣ὺ̣[ς - ca.15 -]  ̣  ̣  ̣  ̣ δ̣ὲ̣ τούτους ⟦κ̣  ̣  ̣
⟦ἀλλὰ⟧ καὶ τὰ \δ̣έ̣ο̣ν̣τ̣α̣ - ca.14 - ⁦ vac. ? ⁩ - ca.10 -ο̣υ̣ ποιεῖν/ ⟦ἐ̣π̣ε̣ί̣γ̣ο̣ν̣τ̣α̣ π̣ρ̣ά̣γ̣μ̣α̣τ̣α̣ [  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣]  ̣  ̣ ἀ̣ν̣α̣γ̣ρ̣α̣φ̣ο̣μέναις⟧
5κατανθ̣ρωπίζε̣τ̣[αι]. ἔπεμψας ο̣ὖ̣ν [τ]όν τε Φ[ιλόξε]νο(ν) καὶ Ἵλαρον, ἵνα ἐπιγνῶσιν
πρὸς ἃ ἔγραψά σοι ἠ(*) ἔστιν ἢ οὐ. κ̣ε̣κ̣ε̣τ̣ρ̣[  ̣κέν]αι δ̣ο̣κ̣ε̣ῖ̣ς̣, ὅτι μω̣ρα̣ντι σοὶ γράψα̣ι̣
ἀναγκάζομαι μηκέτι σοὶ μηθὲν γ̣ρ̣ά̣ψ̣α̣ι̣, [ἵνα] νοήσῃς, ὅτι δὲ \ἐν τῇ/ πρώτῃ μου
ἐπιστολῇ οὐθὲν ἁμάρτημα ἔνει, ο̣ὐ̣δ̣ὲ̣ [γ]ὰρ ⟦ε̣ἰ̣μ̣ὶ̣ ἐνφ⟧ ἔργον ἐπιτελῶι(*) ἐν-
φανιστοῦ, οὐδὲ σὲ γὰρ δοκῶι(*) εἰς ἐνφα[ν]ιστοῦ τόπον με ἔχειν. ἐρωτῶ
10σε οὖν καὶ παρακαλῶι(*) καὶ τὴν Καίσαρος τύ[χη]ν σε ἐξορκίζωι(*) κ̣α̣ὶ̣ [οὕ]τως σὲ
ιδ  ̣ι̣ν̣ ἐλεύθερον ὡς ἐπὶ θυμῶι παρ̣ενένκας(*) τὴν ἐπιστολ(ήν). ἐρώτα οὓς
ἀπέσταλκας καθʼ ἕκαστον εἶδος καὶ δέδωκα ἀποδείξεις ἀληθινάς. ―
γελοῖος εἶ δὲ γράφων, ὅτι ἐάν σοι Ἔρως τὸ ἱκανὸν ποήσῃ(*) γράψον μοι καὶ γρά-
ψας αὐτῶι ὑβρίσαι με πρὸς γέλωτά μοι τοῦτο ἔγραψας. ἐγὼ μὲν οὐ
15δοκῶι(*) ἄξιος εἶναι ὑβρίζεσθαι ⟦ὡς καὶ μαρτυρηθήσεταί σοι ὑπὸ τῶν φίλων⟧ οὐδὲ
γὰρ ἡμάρτηκά τι εἰς σέ, οὐδὲ τοῖς σοῖς φίλοις \φανή(σεται) ὑβρίζεσθαί με/ ⟦τὸ ἱκανόν μοι ποιε̣ῖ̣ν̣⟧
\⟦φανήσεται⟧ τὸ ἱκανόν σοι ποιοῦντα./ ⟦το̣ύ̣τ̣ω̣ι ὑβρίζεσθαί με⟧. πέποιθα γὰρ ἐματῶι(*), ⟦ὅτι οὐ κατέλειψα [τό]πον⟧
⟦ἐ̣μ̣ὸ̣ν̣⟧ ἀφʼ ὡς σοὶ ἐφιλίασα, οὐ κατέλιψα τόπον. ἓν δέ μοι ἐνκαλέσεις,
ε̣ἰ̣ σὺ μέν μοι καὶ τιμὴν περιτιθεῖς καὶ θέλεις με εἶναι ἀνθρωπ  ̣  ̣  ̣
20καὶ συνέστησας καὶ συνδούλοις καὶ συνεξελευθέροις, ὅπερ ἐμο̣ὶ̣
χρήματά ἐστιν παρὰ σοὶ κα̣ὶ̣ ο̣ὗ̣ ὑ̣β̣ρίζωι(*) το[ῖ]ς γεγονόσι πλουσί̣ο̣ι̣ς παρὰ τὸν
σύνδουλόν σου καὶ συνεξελεύθερον. ⟦παρʼ ἕκαστα δὲ ὁ Ἔρως ὁ̣ σ̣ὸ̣ς̣   ̣  ̣  ̣  ̣  ̣
⟦ἐνοιδίζει(*) με λέγων⟧ οὐδὲ γὰρ ἐφιλίασά σοι εἰς τὸ ἀφαρπάσαι τι, ἀλλὰ ἡ
σὴ ψυχὴ ἐπίσταται, ὅτι ὡς δοῦλος ἐπʼ ἐλευθερίᾳ θέλει ἀρέσαι ο̣ὕ̣τω
25κἀγὼ(*) τὴ\ν/(*) φιλίαν σου \θέλων/ ⟦θ̣έ̣λ̣ω̣ι̣(*)⟧ ἄμεμπτ[ον] ἐματὸν(*) ἐτήρησα ⟦ο̣ὕ̣τ̣ω̣ς̣⟧
⟦ἀ̣λ̣λ̣ὰ̣ μ̣ε̣τ̣ὰ̣ δούλο̣υ̣ ἐ̣ρ⟧ \οἵαν/ ⟦ο̣ἵ̣α̣ν̣⟧ γὰρ ὕβριν μοι πεπόηκεν(*) ἐν τῷ κήπῳ κ̣α̣ὶ̣ ἐ̣ν̣
τῇ οἰκίᾳ Τερεντίου παρόντος καὶ Πριάμου καὶ Φιλοξένου καὶ Ἱλάρου ἠ(*) ἦν δάκρυα
σοὶ γράφειν γεγραφήκειν(*) ἂν ἀπ̣ὸ̣ τῶν δακρύων καὶ ⟦ἐν τῇ Πλατείᾳ⟧ ἀπ̣ε̣κ̣ά̣ρ̣π̣  ̣  ̣ν̣
τὸν ἡμῶν ἐκ τοῦ κήπου δρ̣ό̣μ̣(ον). περὶ ⟦μ̣ὲ̣ν̣⟧ τ̣ο̣ύ̣τ̣ω̣ν̣ διασαφήσουσιν οὓς ἀπέσταλ-
30κες(*), ἐάνπερ μὴ θ̣ελήσωσιν προσχαρίσασθαι συνδούλωι ⟦δ̣  ̣ε̣ι̣φ̣ρ̣α̣τ̣ι̣ω̣(ν)⟧
——
περὶ δὲ Ξύστου μοι γράφεις, ὅτι ἔξωι(*) καχεκτεύεται, ἤ(*) τι μ\ὲν/ ὁ σύνδ̣ουλος
αὐτὸν δυνήσεται συστῆσαι ἐγὼ οὐκ ἐπίσ̣τ̣α̣μαι, οὐδὲ γὰρ καθεύδωι(*)
ἔσωι(*) ἵνα εἰδῶι(*). ἡμέρας δὲ ἐν αἷς ἀναβαίνωι(*), εὑρ̣ί̣σ̣κ̣ω̣ι̣(*) αὐτὸν καθήμενο(ν)
καὶ πεινιζόμενον(*) κρόκην, καθʼ ἡμέραν δὲ τὸν θυλωρὸν(*) ἐξερωτῶι(*)
35μή τις ἔξω ὕ̣πνωκε, καὶ ὁ̣ τ̣ῆ̣ς̣ ο̣ἰ̣κ̣ί̣α̣ς̣ οὐδεπώποτέ μοι ⟦μοι   ̣  ̣  ̣⟧ \εσ̣η̣/  ̣  ̣ν̣ο̣ν̣
οὐδὲ ἔ̣ξω δεδειπνηκέναι. Ξύστον δὲ ἐπιγνοὺς δεδειπνηκέναι ἔσω
ἐν τῇ οἰκίᾳ παρὰ Ἔρωτα δὶς προσελαβόμην αὐτὸν εἰς οἶκον παρʼ ἐμὲ καὶ ἐδί-
δουν αὐτῷ διαστολὰς μηδὲν αὐτῶι καὶ ἐκείνωι εἶναι, εὐλαβῶς
ἔχων \διὰ τὸ/ προε̣γ̣νωκ\έναι με/(*) περὶ τῶν δα̣κ̣τ̣υ̣λ̣ι̣δ̣ί̣ω̣ν̣ ⟦γεγονέναι⟧ ὧν ἐπόησε(*) ὁ Ἔρως,
40μή τι παραναπείσῃ αὐτὸν εἰς τὸ δηλῶσαί τι ἐν τῶι χειρισμῶι. περὶ δὲ
τῆς σκιᾶς φανερόν μοι ἐγενήθη ἐκζητήσαντι \μετὰ τοῦ Φιλοξέ(νου) καὶ Ἱλάρου/ ἠλλάχθαι μὲν τὴν πορ-
φυρᾶν ὑ̣π̣ὸ̣ τοῦ Διοδώρου καὶ μὴ δεδωκέναι σοί, πρὸς ὃ ἔδειξέ σοι
ὑπόδειγμα \διὰ τὸ τὸν/ ⟦τὸν δὲ⟧ κ̣ρ̣ύ̣π̣τ̣οντα ⟦  ̣  ̣  ̣  ̣ε̣ι̣α̣⟧ τὴν σκιὰν γέροντα ἐρω-
τ\ηθέντα/(*) ὑπʼ ἐμοῦ \εἰρηκέ(ναι) ἠλλάχθαι αὐτὴ(ν) [  ̣]  ̣με δι[  ̣] εἰρη(κέναι) αὐτῷ·/ διὰ τί ἀπʼ ἀρχ̣ῆς ι̣τ̣υ̣ι̣ οὐκ ἐνεφάνισας ταῦτα, ἵνα
45καὶ φιλανθρωπηθῇς; ἔλεγε· ὑ̣φ̣εστακώς μοι ἠ(*) ὁ Διόδωρος φιλάνθρω-
πον δοῦναι, ὃς δὲ οὔτε τοὺς μ[ι]σθούς μοι ἀπέδωκε οὔτε τὸ φιλάνθρωπ(ον)·
διὸ ἀνάγκη με ἔσχηκε ἐνφανίσαι. \ἐγβασανίσας οὖν/ ⟦ἐγὼι(*) οὖν ἠ̣ρώτ̣α̣σ̣α̣⟧ {οὖν τὸν}
⟦γέροντα μή τε πιστὸς   ̣  ̣  ̣  ̣τ̣η̣ π̣ρ̣ο̣έ̣κ̣ρ̣α̣ζ̣ε̣ν̣ α̣ὐ̣τ̣ῷ̣ εὑρίσκηι⟧ \ἠρώτων κατ̣ʼ ἰδίαν λάθρᾳ τοῦ Ξύστου θέλων ἐπιγνῶναι, ἠ(*) καὶ ὁ Ξύστος/
συνιστορεῖ, εἶπεν ὁ γέ̣ρ̣ω̣ν̣ μ[ὴ] εἰδέναι αὐτὸν τὸ καθόλον περὶ τούτων
50μηδέν. εἶπα δὲ αὐτῶι· κ̣α̣ὶ̣ χειρογραφῆσαί σε δεῖ περὶ τοῦ μὴ συνειδέναι
τούτοις τὸν Ξύστον, ὃς δὲ π̣ρ̣ῶ[τον] \[  ̣  ̣  ̣  ̣  ̣  ̣] α̣ὐ̣τ̣ὸ̣ν̣ τῶι π̣ή̣χει χειρογραφῆσαι/ ⟦ [μὲ]ν̣ α̣χ̣ συνιστορεῖν ὃς ἂν ἀν̣ει⟧-
⟦π̣η̣ι̣   ̣  ̣ει\⟦ἐπὶ τῆς παρα- ca.12 -⟧/ν π̣α̣ρ̣α̣  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣μ̣ε̣ι̣σ̣α̣ι̣ τὸν Δ̣ι̣ό̣δωρον δ̣ι̣ὰ̣ τ̣ὸ̣⟧
⟦μὴ δεδωκέναι μ̣ι̣σ̣θ̣ο̣ὺ̣ς̣ Traces
ὃς παρακαλεῖ με ἀναμεῖν̣α̣ι̣ τ̣ὴ̣ν̣ Traces
55αὐτῷ τὸν Διόδωρον δ̣ι̣ὰ̣ τ̣ὸ̣ μ̣ὴ̣ δεδωκέναι Traces
ναρχῃ ὄντι αὐτῶι Traces
ὑγιαίνω(  ) παραγ̣ε̣ν̣η̣(  ) Traces
Traces γ̣ρ̣ά̣-
ψ̣α̣ι̣ κ̣α̣ὶ̣ χρησιμεύειν Traces \ἐφάνη οὖν μοι/ Traces
60δ̣υ̣ν̣α̣το τοξ Traces \χειρό[γραφ]ο̣(ν)/ Traces
Traces 1 line

Apparatus


^ 6. l. εἰ
^ 8. l. ἐπιτελῶ
^ 9. l. δοκῶ
^ 10. l. παρακαλῶ
^ 10. l. ἐξορκίζω
^ 11. l. παρενέγκας, BL 13.31 : π̣ρ̣ο̣ενέγκας prev. ed.
^ 13. l. ποιήσῃ
^ 15. l. δοκῶ
^ 17. l. ἐμαυτῶι
^ 21. l. ὑβρίζω
^ 23. l. ὀνειδίζει
^ 25. l. καὶ ἐγὼ
^ 25. corr. ex τη⟦σ⟧
^ 25. l. θέλω
^ 25. l. ἐμαυτὸν
^ 26. l. πεποίηκεν
^ 27. l. εἰ
^ 28. l. <ἐ>γεγραφήκειν
^ 29. corr. ex
^ 31. l. ἔξω
^ 31. l. εἴ
^ 32. l. καθεύδω
^ 33. l. ἔσω
^ 33. l. εἰδῶ
^ 33. l. ἀναβαίνω
^ 33. l. εὑρίσκω
^ 34. BL 3.17 : πειπ̣ε̣ι̣ζόμενον (l. πιπιζόμενον) prev. ed.
^ 34. l. θυρωρὸν
^ 34. l. ἐξερωτῶ
^ 39. corr. ex
^ 39. l. ἐποίησε
^ 43. corr. ex
^ 45. l. ἦ<ν>
^ 47. l. ἐγὼ
^ 48. l. εἰ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.