Papyri.info

sign in

bgu.4.1156 = HGV BGU 4 1156 = Trismegistos 18606 = oxford-ipap.apis.33 = oxford-ipap.apis.34



DDbDP transcription: bgu.4.1156 [xml]

15 BC Alexandria

(hand 2) μ̣α̣ κα — ια  ̣  ̣(  )
(hand 1) [Ἀχα]ιῶι τῶι ἐπὶ τοῦ ἐν τῆι αὐλῆι κριτηρίου
παρὰ Γαίου Ἰουλίου Φιλίου καὶ παρὰ Νίλου τοῦ [  ̣  ̣  ̣  ̣  ̣]
καὶ τῆς τούτου γυναικὸς Ζωίδος [τῆς   ̣  ̣  ̣  ̣  ̣  ̣ καὶ τοῦ]
5ἀμφοτέρων υἱοῦ Εἰρηναίου τοῦ̣ κ̣α̣ὶ̣ Δ̣ωρο[θέ]ο̣υ̣
μετὰ κυρίου τῆς Ζωίδος αὐτοῦ τοῦ ἀνδρός. π[ερὶ τῶν]
διεσταμέν[ω]ν συνχωροῦσιν ὅ τε Νῖλος καὶ Ζωὶ[ς καὶ ἔτι]
Εἰρηναῖος ἔχειν παρὰ τοῦ Γαί[ο]υ Φιλίου δ̣ά̣ν̣ε̣ι̣[ο]ν̣ δι[ά τε]
χειρὸς καὶ διὰ τῆς Κάστορος κολλυβιστι[κῆς] τραπ[έζ]ης
10[ἀργυρ]ίου Πτολεμαικοῦ δραχμὰς ἑκατὸν ὀγδοήκοντα
[ἄτο]κον, ὃ καὶ ἀποδώσειν ἐν μησὶν ἓξ ἀπὸ νουμηνίας
Μεχεὶρ τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους Καίσαρος, διδόντε[ς]
καθʼ ἑκάστην ἡμέραν εἰς τὸ προκείμε[νο]ν κεφάλαιον τὴν ἐπι-
[βά]λλουσαν δραχμὴν μίαν εὐτάκτως μηδεμίαν κοιλὴν
15[ποι]ούμενοι μέχρι τοῦ ἐκπληρωθῆναι τὸν Γάιον Φίλι[ον ταῖς τοῦ]
[ἀργ]υρίου δραχμαῖς ἑκατὸν ὀγδοήκοντα , ταῦτα δὲ ποήσ[ειν](*)
[ἄν]ευ κρίσεως καὶ πάσης ἀντιλογίας, ἐὰν δέ τινα τῶν καθʼ ἡ[μέραν]
[δ]όσεων κοιλάνωσι, εἶναι αὐτοὺς ἀγωγίμους μὴ ἀναμείναντας
τὸν μεμερισμένον αὐτοῖς χρόνον καὶ συνέχεσθαι μέχρι [τοῦ] ἐκτῖσαι(*)
20τὸ ὅλον κεφάλαιον ἢ τὸ ἐνοφειληθησόμε[ν]ον σὺ[ν ἡ]μι[ο]λ[ί]ᾳ
παραχρῆμα, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ δι[άγ]ραμμ[α τόκους διδρ(άχμους)]
τῆς πρά[ξ]εως γεινομένης τῷ Γαίῳ Φι[λίῳ ἔκ τε] α̣ὐ̣τ̣ῶν τ̣ῶ̣ν̣ τ̣ρ̣[ιῶ]ν̣ ἀ̣λ̣λ̣[ηλ(εγγύων)]
[ὄ]ντων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτο[ῖ]ς πάντων καθ(άπερ) ἐγ(*) δίκης, κ̣α̣ὶ̣ μ̣έ̣χ̣ρ̣ι̣ τοῦ δ̣ι̣ε̣υ̣λ̣υ̣τ̣ῆ̣σ̣α̣ι̣ μ̣ὴ̣ ἐ̣ξ̣ι̣(*)
25αὐτοῖς ἐπιφέρειν πίστεις μήτ̣ε̣ κ̣α̣τ̣α̣φεύγειν ἐ̣π̣ὶ̣   ̣  ̣  ̣  ̣
μηδʼ ἐπʼ ἄσυλον τόπον μηδʼ ἐπὶ πρόσταγμα φιλ[α]νθρώπων ἢ ἐ̣ρ̣γ̣α̣σίας
μηδʼ ἐπʼ ἄλλην μηδεμίαν ἁπλῶς σκέπην, ἢ οἷς ἐὰν προσχρήσωνται
ἔστωσαν ἄκυρα. ἣ̣ν̣ δ̣ὲ̣ προ̣σ̣αν̣ε̣ν̣ην[όχασιν οἱ μὲν δύο ]
τῶν προγ̣εγραμμένων Νῖλος καὶ Ζωὶς σ̣ὺ̣[ν Σα]ραπίωνι [τῷ]
30Σώσου ἑτέραν δανείου συνχώρησιν διὰ τοῦ <αὐτοῦ> κριτηρίου
τῷ Ἁθὺρ τοῦ αὐτοῦ ιε (ἔτους) εἰς τὸν Γάιον Φίλιον δρ[α]χμῶν
ἑκατὸν εἴκοσ[ι] εἶναι ἄ[κυ]ρον τ̣  ̣  ̣ δ̣ι̣α̣ [  ̣  ̣  ̣]ο̣ν̣ο̣  ̣  ̣  ̣  ̣
  ̣  ̣  ̣  ̣κ̣α̣του καὶ τὸ πρόσω
[μὴ ἐπελεύσεσθ]α̣ι̣ ἐ̣π̣ὶ̣ τ̣ὸ̣ <τῶν τοῦ> ἀ̣ρ̣γ̣υ̣ρ̣ί̣ο̣υ̣ (δραχμῶν(?)) ἑ̣κ̣α̣τὸν ε̣ἴ̣κ̣ο̣σ̣ι̣ κεφάλαιο̣(ν)
Traces 1 line
36ἑκατὸν ὀγδ[οήκοντα ⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 16. l. ποιήσειν
^ 19. l. ἐκτεῖσαι
^ 24. l. ἐκ
^ 24. l. ἐξεῖ(ναι)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.