Papyri.info

sign in

stud.pal.20.54 = HGV SPP 20 54 = Trismegistos 18707 = chr.wilck.402 = cpr.1.20



DDbDP transcription: stud.pal.20.54 [xml]

AD 250 Hermoupolis Magna
[Reprinted from: chr.wilck.402] CPR1,20;WChr402

1
[Αὐρήλιος Ἑρμόφι]λος Ὡρίωνος κοσμητεύσας Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης
[Αὐρηλίῳ Εὐδαίμ]ονι τῷ καὶ Θεοδότῳ γυμνα̣[σι]αρχήσαντι καὶ ἀρχιερατεύσαντι βουλευτῇ διαδεχομένῳ τὴν πρυ-
[τανείαν τῆς αὐτ]ῆς πόλεως τῷ τιμιοτάτ[ῳ](*) χαίρειν· φθά[σ]ας μὲν ἐπέστειλα τῇ κρατίστῃ βουλῇ δ̣ιὰ σοῦ
[τὰ διὰ τοῦ ἐ]πιστάλματος τοῦ τοῦ νομοῦ στρατηγοῦ Αὐ̣ρηλίου Ἱέρωνος διὰ Αὐρηλίου Ἑ[ρ]μοῦ στρατηγικ[ο]ῦ
5[ὑπηρέτου ἀν]τιγραφέντα μοι ὑπὸ τοῦ λαμπροτάτου ἡμῶν ἡγεμόνος Ἀππίου Σαβείνου, πρὸς ἃ ἠξί-
[ουν παρʼ] αὐτοῦ ἐξιστανόμενος πάντων ὧν ἔχω τοῖς προβαλομένοις τὸν ἡμέτερον υἱὸν
[Αὐρήλιον] Ὡρίωνα τὸν καὶ Ἑρμαῖον εἰς κοσμητείαν τῆς αὐτῆς πόλεως μεθʼ ἣν ὑπογύως
[ἐξετέλεσα ὑπὲρ] ἐμαυτοῦ ἐξαναλωθείς, διʼ ὧν ἠθέλησεν τὸν κίνδυνον τῆς προβολῆς εἶναι πρὸς
[τοὺς ὀνομάσαντ]ας, τὸν δὲ [τ]οῦ νομοῦ στραγὸν(*) βίαν γεινομένην κωλῦσαι, εἰ γείνο[ι]το παρὰ τὰ ὑπʼ αὐτοῦ
10[σωτηρίως διηγορευθ]έντ̣α̣, ἅπερ ἐπενήνεκ̣ται ἀκολούθως τῇ ἐκδοθείσῃ μοι ὑπὸ τοῦ εἰς τοῦτο ἐπισταλέν-
[τος ὑπηρέτου ὑ]πογραφῇ ἐπὶ τῆς μ[ι]ᾶς κ̣αὶ εἰκάδος τοῦ ὄντος μηνὸς Ἐπείφ· ἐχ\θ/ὲς δὲ ἥτις ἦν κβ
[Ἐπεὶφ ἐξεδόθη μοι] διὰ βουλευτ[ι]κοῦ ὑπηρου(*) ἐπίσταλμά σου τοῦ Εὐδαίμ[ο]νος τοῦ καὶ Θεοδότου αὐτο-
[προσώπως ἀντεπ]ισ̣τ̣αλεντ[ο]ς(*) περὶ τῆ[ς α]ὐ̣τῆς ἀρχῆς μετʼ ἔκστασιν καὶ παραμορισθέντα(*) ἐκ τ̣ῶν νόμων
[καὶ] τῆς [ὑπογρα]φῆ̣[ς] ἐπιφ[θ]ό̣νως τ[ι]νὰ δηλώσαντ̣ο̣ς̣ κατὰ τὸ ἀν̣αγκαῖον. καὶ νῦν ἀντεπιστέλλω σοι
15ἐπ[ε]ιδ[ήπερ τῷ] ἐκ̣στάντ[ι] κ̣αὶ τῶν ἰδ̣ί̣ων ἀφισταμένῳ ὑπάρχει ἐκ τῶν νόμων καὶ τῶν θείων διατά-
[ξ]εων α̣[ὕτ]η ἡ̣ [βο]ήθεια τὸ μηδεμίαν βίαν πάσχειν [ο]ἷς ἁρμοζόμενος ὁ λαμπρότατος ἡγεμὼν καὶ
[κ]αθοσι̣[ούμ]εν[ος] ἠθέλησεν [τὸ]ν στρατηγὸν βίαν κωλ̣ῦ̣σαι προσθε̣ὶ̣ς τὸν κίνδυνον τῆς προβολῆς ε̣ἶ̣ναι περὶ
[τοὺ]ς ὀνομ[ά]σαντας. εἰ δὲ οἴει σὺ [αὐ]τὸς τὰ πάν̣τ̣α μου λαβὼ[ν] ἀντὶ τοῦ νενομισμένου τρίτου τὰ τῇ ἀρχῇ [δ]ι̣αφέροντα
[π]άντα ἀ[π]οπλ̣η̣ρώσεις καὶ [μ]ὴ ἐνεδρεύειν μήτε(*) τὴν πόλι[ν] μήδε(*) τὴ̣ν κ[ρ]ατίστην βουλήν. ἀρκεσθή-
20[σο]μαι γὰρ τῷδ[ε] τῷ ἀντεπι[σ]τ̣άλματι ἐ[ν] μεγίστῳ δικαιώματι. Αὐρήλιος Ἑρμόφιλος Ὡρίων[ος] κοσμητεύσας
[ἐρρῶσα]αί σε εὔχ[ομ]αι φίλτατε.
[(ἔτους)] α Αὐτοκρά[το]ρος Καίσαρος Γ[αί]ου Μεσσίου [Κ]υίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς̣ [Ε]ὐτυχοῦς Σεβαστοῦ [Ἐ]πεὶφ κγ.
2
Αὐρηλίῳ Ἀππίῳ Σαβείνῳ τῷ λαμπροτάτῳ ἡγεμόνι
παρὰ Αὐρηλίου Ἑρμοφίλου Ὡρ̣ί̣ω̣νος(*) κοσμητεύσαντος Ἑρμουπόλεως τῆς μεγάλης ἀρχα̣ί̣α̣ς
καὶ λαμπρᾶς καὶ σεμν[ο]τά̣τ̣η̣ς· ἐπίσταλμα δισσὸν γραφὲν ὑπʼ ἐμοῦ πρὸς τ\ό/ν(*) τὴν πρυτα-
νείαν̣ διαδεχόμε̣νον̣ Αὐρ[ήλ]ιον Εὐδ̣αίμονα τὸν καὶ Θεόδοτον γυμνασιαρχήσαντα̣ βουλευ̣τὴν
5τῶν [α]ὐτ(ῶν) Ἑρ(μοπολιτῶν) πρὸς ἃ αὐτὸς ἀ[ντ]ε[π]έστ[ε]ιλέν μοι αὐτοπροσώπως μόνος περὶ κοσμητείας
εἰς ἣν ὠνομάσθη οὐ δεόντως̣ ὁ ἡ̣μ̣έ̣τερος υἱὸς Αὐρήλιος Ὡρίων ὁ καὶ Ἑρμα[ῖ]ος μεθʼ ἣν ἐξε-
τέλεσα ὑπὲρ ἐμαυτοῦ προτέ[ρ]αν [ὑ]πογύως φθάσαντός μου ἐπιστείλαντος τῇ κρατίστῃ
βουλῇ διʼ αὐτοῦ τὰ ἀντιγραφέ̣ντ[α] μοι ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος σοῦ τοῦ δεσπότου
δη̣λαδὴ [ἐ]ξ ἀξιώσεώς μου μ[ε]τʼ ἐκστάσεως πάντων τῶν ὑπαρχόντων μου πρὸς τὴν ἄνο-
10μον ὀνομ̣ασίαν καὶ μὴ δε[χο]μένου αὐτὰ ὡς περιέχει ἀποτίθεμαι ἐν τῷ ἐντα[ῦ]θ̣α
Σεβαστείῳ παρὰ τοῖς ἱεροῖς εἴ[χ]νεσι(*) τοῦ κυρίου ἡμῶν καὶ θεοφιλεστάτου Αὐτοκράτορος
Γαίου Μεσσ̣[ί]ου Κυίντου Τραιαν̣οῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Ἑρεννίας
Κουπρεσήνας Ἐτρουσκίλλας Σεβαστῆς ἅμα τῷδε τῷ μαρτυροποιήματι πρὸς τὸ μηδὲν
τὸ σὸν μέγεθος λανθάνειν ἀσφαλιζόμενος τὴν περὶ ἐμὲ φρουρὰν διὰ ὑπηρέτου βουλευ-
15τικοῦ καὶ φύλακος τῆς πρυτανείας ἔτι ἀπὸ εἰκάδος τοῦ ὄντος μηνὸς Ἐπεὶφ παρὰ [τ]ὰ
ὑπὸ σοῦ σωτηρίω̣ς διηγορευμένα, φυλασσομένων μοι ὧν ἔχω παντοίων δι[κ]αί-
ων. ⁦ vac. ? ⁩ διευτύχει.
(ἔτους) α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Ἐπεὶφ [κ]γ. Αὐρήλ[ι]ος Ἑρμόφιλος Ὡ[ρ]ίωνος κοσμητεύσας ἀπεθέμην
20ὡς πρόκε̣ι̣ται.
(hand 2) Α(ὐρήλιος) Ἡρω̣δίων ἔσχον ἴσον. (ἔτους) α Ἐπεὶφ κγ. τούτων τὰ ἴσα
ἀπέθου.

Apparatus


^ 1.3. l. τιμιωτάτῳ
^ 1.9. l. στρα<τη>γὸν
^ 1.12. l. ὑπηρ<έτ>ου
^ 1.13. l. [ἀντεπ]ιστείλαντος
^ 1.13. l. παραμερισθέντα
^ 1.19. corr. ex μη⟦δ⟧
^ 1.19. l. μήτε
^ 2.2. corr. ex ορ̣ι̣ω̣νοσ
^ 2.3. τ\ό/νν corr. ex την
^ 2.11. l. ἴ[χ]νεσι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.