DDbDP transcription: p.zen.pestm.51 [xml]
257 BC Philadelphia
[Reprinted from: p.iand.6.92] P.Iand. 6 92; PSI 4 340
r
Ἱεροκλῆς Ἀρτεμιδώρωι χαί[ρε]ιν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς λοιπ[οῖς ἀπαλ-]
λάσσεις κατὰ νοῦν, εὖ ἂν ἔχοι. αὐτὸς μὲγ(*) γὰρ καταπλεύσας ἄνωθεν̣
[ἠν]ω̣χλήθην ἰσχυρῶς, νυνὶ δὲ πρὸς τῶι ἀναλαμβάνειν εἰμί. ὑγίαι-
[νε]ν δὲ καὶ Ἐφάρμοσ(τος) καὶ τὰ π̣[αρὰ σο]ῦ παιδάρια. περὶ Πτολεμαίου
5καὶ πρότερομ(*) μέν σοι ἔγραψα̣ [ -ca.?- ]ν ̣[ ̣] ̣ε̣ισθ ̣[ -ca.?- ]
Ζήνωνος οἰόμενος ἔχειν τὴν [παλα]ίστραν π[ -ca.?- ]
σ̣α̣ι ἐ̣π̣η̣νηνόχει τά τε ζω̣ι̣ ̣[ -ca.?- ] ̣ [ -ca.?- ]
νῦν οὖν συμβαίνει αὐτῶι ἀσχ̣[η]μ̣ονεῖν, ἂμ(*) μὴ σὺ ἐνταθῆις(*)
περὶ αὐτοῦ, καθάπερ δίκαιό̣[ν] ἐ̣[στι]ν τοὺς ἐπ̣αγγειλαμένους
10συντελεῖν. ἔστι δέ σοι πάντωμ(*) μὲν τῶν κακῶν αἴτιος Μητρό-
δωρος· ἀποκέκριται γὰρ τοῖς ἐντ̣[υ]γχάνουσι περὶ Πτολεμαίου ἐν
αὐλῆι τοιαῦτα λέγων, ὅτι ἐ[γ]ὼ̣ πρότερομ(*) μὲν ἐσπούδαζον
περὶ Πτολεμαίου, ἐλάνθα̣ν[ε γ]ά̣ρ̣ με τὸ πρᾶγμα· νυνὶ δὲ ἠισ-
θημένος(*) οἷόν ἐστιν ἀντιλέγω λέγων ταῦτα. Ἀπολλώνιομ(*) μὲν
15συμβαίνει τὸμ(*) πλείω χρόνον [δια]τρίβειν ἐν τῆι χώραι, Ἀμύν-
ταν δὲ ἔξω τε σκηνοῦντα [κ]α̣ὶ γεγαμηκότα καὶ τέκνον
ὑπάρχον ἤδη αὐτῶι, ὥ[στε] μηδεμίαν ὑποψίαν ἐκείνωι γε
προσπεσεῖν· λοιπὸν τὸ τόξον ἐ̣πʼ ἐμὲ τείνεται τῶι ἐν τῆι οἰκίαι
σκηνοῦντι. ἂγ(*) γὰρ αἴσθητα̣[ι] ὁ βασιλεὺς τὴν παλαίστραν
20ἀνοιχθεῖσαν, ὑφοψίαν ἐγὼ πλείστην ἕξω διʼ ἐμὲ ἀνοῖχθαι, ὅτι
φιλόνείος(*) εἰμι. διὸ καὶ Ἀμύνταν ἀξιῶ συσπεύδειν ἡμῖν τοῦ μὴ
ἀνοιχθῆναι τὴν παλαίστραν· ἂν δʼ ἄρα καὶ ἐγβιασθῆι Ἀμύντας,
συμβήσεταί μοι ἐκχωρεῖν ἐκ τῆς οἰκίας, ἐὰμ(*) μὴ δύνωμαι
Ἡγήμονα πεῖσαι τοῦ γράψαι Ἀπολλωνίωι. σὲ οὖν καὶ ἀξιοῦ-
25μεν καὶ δεόμεθα πᾶσαν σπουδὴν ποιήσασθαι περὶ Πτολεμαίου
τοῦ λαβεῖν τὴν παλαίστραν· πεπείσμεθα γὰρ σοῦ βουλομέ-
νου πάντʼ ἔσεσθαι. ἔτι δὲ καὶ κακεῖνο(*)· οὐκ ἑττηθήσεσθε ὑπὸ ἀνθρώπου
ἀνελευθέρου; γράψον δὲ καὶ Ἀρτεμιδώρωι ἵνα τὸν γαυνάκην
δῶι τοῖς παιδαρίοις· οὐ γὰρ δίδωσιν, ἂμ(*) μὴ σὺ γράψηις. ἀπόστειλον
30δʼ ἡμῖν καὶ τὸ παιδάριον ὃ ἐδείκνυές μοι, ἵνα προσάγωμεν καὶ τοῦ-
τον πρὸς τὰ μαθήματα.
ἔρρωσο. (ἔτους) κθ Δίου ιθ. v
Ἰατρῶι Ἀρτεμιδώρω[ι].

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: psi.4.340 [xml]
257/256 BC Philadelphia
[Reprinted in: p.zen.pestm.51] PZenPestm 51