Papyri.info

sign in

sb.6.9616v = HGV SB 6 9616 V = Trismegistos 19133



DDbDP transcription: sb.6.9616v [xml]

AD 550-8? Antinoopolis

v
[† ἃ μὲν ἔγραψέ σοι ὁ λα]μπρότατος σπαθάριος ἀπὸ τοῦ ἀλλοτρίου, ἐνεχθέντα δὲ
ἀπὸ το[ῦ] Ἀρσινοίτο[υ], ἔ̣π̣[εμψ]α τῷ ἐμῷ ἀγαθῷ δε[σ]πότῃ ἐντὸς τούτων μου τῶν γ̣ρ̣α̣μ̣μ̣άτων. καὶ τὴν
πεμφθεῖσαν δὲ ἐπιστολὴν πρὸς ἐμὲ παρὰ τοῦ εἰρημένου λαμπροτάτου
[ἀ]ν̣δ̣ρ̣ὸς ἔπεμψα, ἵνα μάθῃ ὁ ἐμὸς δεσπότης, τὸ τί ἔγραψεν περὶ τῶν τιμίων ὑμῶν
5γραμ̣μ̣άτων̣, ὅτι ἐλύθησαν, καὶ προσδοκῶ εὐθέως ἀντιγράψαι αὐτῷ περὶ ταύτης
τῆς α̣ἰ̣τίας. θεὸς οἶδεν, διὰ τὸ μὴ εὑρεῖν σύμμαχον διὰ τοῦτο συνεχῶς οὐκ(*) εὑρίσκω
γράψαι τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ. / τὸ δὲ δακτυλίδιν τὸ σιδηραῖον ἔλαβον παρὰ τοῦ
κυρίου Φοιβάμμωνος τοῦ ζυγοστάτου καὶ τοῦτο ἐκράτησα δ̣[ιὰ] τῆς ἐπιστασίας
τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου. / γνῶναι δὲ βούλομαι τὸν ἐμὸν [δεσ]πότην, ὅτι φθάσαντος
10τοῦ ἐνδοξοτάτου ἰλλουστρί[ου] Ταυρίνου εἰς τὴν Ἀντινόου εὐθέως ἀπῆλθον πρὸς αὐτὸν
[εἰ]ς προσκύνησιν καὶ εἶπον αὐτῷ περὶ τῆς ἀπουσίας ὑμῶν καὶ νῦν τὸ αὐτὸ ἐποίησα,
ὁ̣ α̣ὐ̣τ[ὸ]ς̣ ἔ̣μ̣π̣ρ̣ο̣σ̣θ̣ε̣ν̣ ἐποίησεν πρὸς τὴν ὑμετέραν δεσποτείαν. [- ca.18 -] καὶ ταύτην
ἔπεμψα ἐντὸς τούτων μου τῶν γραμμάτων. / καὶ τοῦτο βούλομαι τὸν ἐμὸν δεσπότην
μαθεῖν, ὅτι ἀπεχθὲς ἀπῆλθαν(*) εἰς ἀπαντὴν τῆς ἐνδοξοτάτης Ἐλευθέρας τοῦ
15ὑπερφυεστάτου Μαρκιανοῦ· ἔπεμψεν γὰρ ὁ δεσπότης μου [ὁ] π̣ανε[ύ]φ̣η̣μ̣ο̣ς ὕπατος
(*) δοὺξ τὸν μειζότ̣ε̣ρον α[ὐτ]ὸν̣ μετὰ τῶν πλοίων καὶ τῆς [θυγατρός ?. δι]δάσκω δὲ
τὴν ὑ̣[μ]ετέραν δ[εσπ]ο̣τ̣ε̣ίαν, ὅτι, [ὡς] ἔ̣γ̣[ν]ων, [ἦ]λ̣θ̣ε̣ν̣ ἐνταῦθα εἷ[ς ἄνθρωπος λέγω]ν̣
προσελθεῖν τῷ ἐνδοξοτάτῳ [δο]υ̣κ̣ὶ κα̣[τὰ(?) τ]οῦ λαμπρο(τάτου) σπαθαρίου, ὅτι κατ̣[ῆλθεν εἰς τὸ ἴδ]ιόν
μου καὶ ἔλαβεν τὰ ἐ̣μ̣ά̣· καὶ οὐκ ἔγ[ν]ω̣ν̣, ὅτι τίς ἐστιν, ἕως νῦν, ἀλλά, ὡς ν[ομί]ζ̣[ω, Δι]ο̣ν̣[ύ]σ̣ι̣ό̣ς
20ἐστιν, καὶ ἐὰν κατ[αγ]ράψω τὸν [με]ρ̣ι̣σ̣μ̣όν, οὐ παύομαι, ἕως ὅτε ε[ὑρί]σ̣κ̣ε̣[ται ἐκεῖνος ὥστε]
ἀσφαλισθῆν[αι]. μέντοι γε ἐ[λπίζω, ὅτι π]αῦρον εὑρηθῇ· ὡς ἤκουσα δὲ καὶ [ἦλθεν ἐκεῖνος σὺν(?)]
τῷ κόμετι Θε̣ο[π]έ̣μ̣(π)τῳ πρὸς τὴν [ἔπαυλιν(?) τοῦ σο]φ[ω]τάτου σ[χ]ολαστικοῦ Δ[ιονυσίου εἰς]
Ἀπκρο καὶ ταῦτα πάλιν εἶπεν αὐτός, οὐ μόν[ον δὲ] ταῦτα, ἀλλὰ καὶ λέγει, ὅτι οἱ ἀπὸ Λυσίδος
[πα]ρ̣α̣καλοῦσιν διδόναι τριάκοντα [ὁ]λ[ο]κοττινα(*) ὑπὲρ τῶν δ̣υοῖν τῶν ζῴων καὶ μήτε
25τὰ ζῷα λάβουσιν. καὶ ὁ [σπ]α̣θάριος οὐκ ἠνέσχετο λέγων, ὅτι εἰ μὴ λάβω ἑκατὸν
ὁλοκοττινα(*). ὡς γὰρ ἔγνων, φρ[ο]ντίσητε(*) ὁ ἄνθρωπος ἐκεῖνος παρὰ τοῦ σοφωτάτου
σχολαστικοῦ Διονυσίου· ἐγὼ γὰρ οὐκ ἶδον(*) τὴν ὄψιν αὐτοῦ ἀλλὰ οὕτως ἤκο[υ]σα. μανθάνω οὖν,
ὅτι τίς ἐστιν, καὶ ἐλπίζω, ὅτι βάλλω αὐτὸν εἰς τὴν φυλακήν, ἐὰν ἀναεύρω(*) αὐτόν.
διδάσκω δὲ τὴν ὑμετέραν δεσποτείαν, ὅτι καὶ πρῶτον καὶ δεύτερον ἐδήλωσεν διʼ ἐμὲ δεσπότης μου
30ὁ μεγαλοπρεπέστατος κόμες Θεόπεμπτος καὶ οὐκ(*) ηὗρον ἀποστῆναι τοῦ τόπου
διὰ τὰς ὑμετέρας κελεύσις(*), καὶ τὸ τρίτον ἐδήλω[σ]εν διὰ γραμμάτων μεστῶν βαρέων ῥημάτων.
καὶ ἵνα μὴ πολλὰ γράφω, ἀ̣[π]ῆλθον εἰς τὸ Ἀπκρο καὶ [ὁ θεὸ]ς οἶδεν, οὐκ ἠμέλησεν ἀπειλῆσαι
εἰς ἐμέ. οἶδεν γὰρ ὁ ἐμὸς δεσπότης τὴν ἀπειλὴν αὐτοῦ καί, τὸ πῶς ἐπείλησεν(*) τότε εἰ̣ς τ̣ὸ̣ πρόσωπον,
λέγων, ὅτι ἀνάγκην ἔχεις ἐξελθεῖν μετʼ ἐμοῦ εἰς τὰ χωρία καὶ ποιήσης(*) τὰς [νύ]κ̣τας καὶ τὰς
35ἡμέρας ἐγ’γύς μου· παρʼ ἐμοῖ γὰρ σολλαρίσης. κἀγὼ(*) εἶπον αὐτῷ, ὅτι δύνομαι(*) μεῖναι ἐν τῇ Ἀντινόου
καὶ ποιήσω τὰς κελεύσις(*) σου καὶ τὰς κελεύσις(*) τοῦ κόμετος τοῦ ἀδελφοῦ ὑμῶν. καὶ ἀνῆλθον
εἰς τὴν πόλιν. καὶ τρομίζω, ὅτι ἔγραψεν τῇ δεσπότῃ μοῦ τι[νὰ] γ̣ρ̣ά̣μ̣(ματα) κακά. ἰδοῦ οὖν, δέσποτα, τὴν π[ε]μφθεῖσα[ν] ἐπιστολὴν παρὰ τοῦ εἰρημένου δεσπότου μου πρὸς ἐμέ.
ἔπεμψα ἐντὸς τῶν [γρα]μμάτων τούτων εἰς εἴδυσιν(*). ἀνάγνωθι ὀπίσω.

Apparatus


^ v.6. l. οὐχ
^ v.14. l. ἀπῆλθον
^ v.16. l. ὁ
^ v.24. l. ὁλοκοττινοὺς
^ v.26. l. ὁλοκοττινούς
^ v.26. l. φροντίζεται
^ v.27. l. εἶδον
^ v.28. l. ἀνεύρω
^ v.30. l. οὐχ
^ v.31. l. κελεύσεις
^ v.33. l. ἠπείλησεν
^ v.34. l. ποιήσεις
^ v.35. εγ’γυσ papyrus
^ v.35. l. καὶ ἐγὼ
^ v.35. l. δύναμαι
^ v.36. l. κελεύσεις
^ v.38. l. εἴδησιν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.