DDbDP transcription: p.brem.63 [xml]
II spc Hermoupolis Magna
[Reprinted from: sb.1.4515] SB 1 4515
r
Εὐδ[αι]μονὶς Ἀλίνηι τῆι
θυγατρὶ χαίρειν.
εὔχομαί σε πρὸ πάντων εὐ-
καίρως ἀποθέσθαι τὸ βάρος
5καὶ λαβεῖν φάσιν ἐπὶ ἄρρε-
ν[ο]ς. τῆι κθ ἀνέπλ[ε]υσας καὶ
τ[ῆι] ἑξῆς κατέσπ̣ακα. μόγις
ἔλαβον ἀπὸ τοῦ βαφέος(*) τ[ῆι]
ι τοῦ Ἐπείφ. συνεργάζομαι
10δὲ ταῖς παιδίσκαις σου κατὰ
τὸ δυνατόν. οὐχ εὑρίσκω
τὰς δυναμένας συνεργάζεσ-
θαι ἡμῖν, ἅ̣π[α(?)]σ[α(?)]ι γὰρ ταῖς ἰδί-
αις κυρίαις ἐργάζονται. περι-
15ώδευσαν γὰρ οἱ ἡμῶν ὅλην
τὴν πόλιν [π]ροσπεύδοντες(*)
πλέον μισθόν. ἡ ἀδελφή σου
Σουεροῦς ἀπέθετο τὸ βάρος.
ἔγραψέ μοι Τεεῦς εὐχαριστ[οῦ-]
20σα ὑμῖν, ὥστε, κυρία, ἔγνων
ὅτι αἱ ἐντολαί μου μενοῦσι.
πάντας γὰρ τοὺς αὑτῆς κατα-
λείψασα συνεξώρμησέ σοι.
ἀσπάζεταί σε ἡ μεικρὰ(*) καὶ προσ-
25καρτεῖ(*) τοῖς μαθήμασι. ἴσθι δὲ
ὅτι οὐ μέλλω θεῶι σχολάζειν,
εἰ μὴ πρότερον ἀπαρτίσω τὸν
υἱόν μου. εἰς τί μοι ἔπεμψ[ας]
τὰς κ (δραχμὰς), ὅτε οὐκ εὐκαιρῶ; ἤδη
30πρὸ ὀφθαλμῶν ἔχω, ὅτι γυμνὴ
μενῶ τὸν χειμῶνα. (hand 2) ἔρρωσο. Ἐπεὶφ κβ.
(perpendicular) 32,ms (hand 1) ἡ γυνὴ Εὐδήμου ἀκείνητός(*) μου ἐστὶν καὶ χάριν ἔχω αὐτῆι. v
(hand 3) Ἀλίνηι ☓ θυγατρ[ί]
Εὐδ[αι]μονὶς Ἀλίνηι τῆι
θυγατρὶ χαίρειν.
εὔχομαί σε πρὸ πάντων εὐ-
καίρως ἀποθέσθαι τὸ βάρος
5καὶ λαβεῖν φάσιν ἐπὶ ἄρρε-
ν[ο]ς. τῆι κθ ἀνέπλ[ε]υσας καὶ
τ[ῆι] ἑξῆς κατέσπ̣ακα. μόγις
ἔλαβον ἀπὸ τοῦ βαφέος(*) τ[ῆι]
ι τοῦ Ἐπείφ. συνεργάζομαι
10δὲ ταῖς παιδίσκαις σου κατὰ
τὸ δυνατόν. οὐχ εὑρίσκω
τὰς δυναμένας συνεργάζεσ-
θαι ἡμῖν, ἅ̣π[α(?)]σ[α(?)]ι γὰρ ταῖς ἰδί-
αις κυρίαις ἐργάζονται. περι-
15ώδευσαν γὰρ οἱ ἡμῶν ὅλην
τὴν πόλιν [π]ροσπεύδοντες(*)
πλέον μισθόν. ἡ ἀδελφή σου
Σουεροῦς ἀπέθετο τὸ βάρος.
ἔγραψέ μοι Τεεῦς εὐχαριστ[οῦ-]
20σα ὑμῖν, ὥστε, κυρία, ἔγνων
ὅτι αἱ ἐντολαί μου μενοῦσι.
πάντας γὰρ τοὺς αὑτῆς κατα-
λείψασα συνεξώρμησέ σοι.
ἀσπάζεταί σε ἡ μεικρὰ(*) καὶ προσ-
25καρτεῖ(*) τοῖς μαθήμασι. ἴσθι δὲ
ὅτι οὐ μέλλω θεῶι σχολάζειν,
εἰ μὴ πρότερον ἀπαρτίσω τὸν
υἱόν μου. εἰς τί μοι ἔπεμψ[ας]
τὰς κ (δραχμὰς), ὅτε οὐκ εὐκαιρῶ; ἤδη
30πρὸ ὀφθαλμῶν ἔχω, ὅτι γυμνὴ
μενῶ τὸν χειμῶνα. (hand 2) ἔρρωσο. Ἐπεὶφ κβ.
(perpendicular) 32,ms (hand 1) ἡ γυνὴ Εὐδήμου ἀκείνητός(*) μου ἐστὶν καὶ χάριν ἔχω αὐτῆι. v
(hand 3) Ἀλίνηι ☓ θυγατρ[ί]
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.