DDbDP transcription: psi.4.330 [xml]
258/257 BC Philadelphia
r
Ζ̣ω̣ ̣ ̣ ̣ς Ἀπ[ολλω]νίωι χ̣α̣[ίρει]ν. [καλῶς ἂν ἔ]χ̣[οι, εἰ ἔ]ρρωσαι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. γίνωσκέ
με οὐ μετ ̣[- ca.24 -]ρ̣ος. ὤ[ι]μην οὖν σοὶ μὲ̣ν̣ γράφειν πρότερον ἢ ἀν-
τιτεῖναι, ἵνα μ[- ca.35 -]νειν̣. καλῶς οὖμ(*) ποιήσεις,
ἐὰν καὶ σοὶ φαίνηται, [γ]ράψας μοι πα[ρ]αγενέσθαι πρός σε, ἵνα ἀποδῶ σοι λόγον περὶ ἁ-
5πάντων ὡς ἕκαστα ἔχει· οὐ γὰρ [ἐδοκί]μασα ἄνευ σου τὴν ἐγδημίαν ποιήσασθαι.
μὴ οὖν περιίδηις ἡμᾶς καταφθαρέντας, ἀλλʼ ἀντιλαβοῦ. σὺ μὲν γὰρ ἐφρόντισας
τιμῆς ἡμᾶς μεταλαβεῖν, οὗτος δὲ τῆι μεγίστηι με ἀτιμίαι περιβέβληκεν.
περὶ μὲν γὰρ διαφόρου οὐ διαλέγομαι ὅσον εἰσενήνοχα ἀδίκως μετὰ βίας παρανομηθείς.
ἔρρωσο. (ἔτους) κη, Δύστρου ιη. v
10Ἀπολ[λωνίωι](*)

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.