DDbDP transcription: psi.4.333 [xml]
257/256 BC Philadelphia
r
Προμηθίων Ζήνωνι χαίρειν. [σ]υνέβη ἡμῖν ἀγωνιᾶσαι ἀκούσαν-
τας ἐπὶ πλείονα {σε} χρόνον ἑλκυ̣σ̣θῆναί(*) σε ἐν ἀρρωστίαι, νυνὶ δὲ ἀκού-
σαντές σε ὑγιαίνειν καὶ \εἶναι/ ἤδη πρὸς τῶι ἀναλαμβάνειν, ἥσθημεν·
ὑγιαίνομεν δὲ καὶ αὐτ̣[οί]. ἐδώκαμεν πρότερον Ἡρακλείδει τῶι
5παρʼ ὑμῶν ἐκ τοῦ σοῦ λόγ[ο]υ̣, [καθάπερ ἡμ]ῖν ἔγραψας, ἀργυρίου (δραχμὰς) ρν,
κομίζει δὲ νυνὶ μύρου ἵνια ι ἐν̣ [ἀλ]αβάστροις κα, οἵ \εἰ/σιν ἐσφραγισμένοι
τῶι ἐμῶι δακτυλίωι. ἐπέστειλ[ε] γάρ μοι Ἀπολλώνιος πριάμενον
δοῦναι τούτωι καὶ στεφάνους βαλαυστίνων τ. οὐκ ἔφθημεν
οὖν αὐτῶι τούτους συν[δο(?)]ῦν[αι(?) διὰ] τὸ μὴ εἶναι ἑτοίμους. εἰς δὲ
10Ναύκρατιν αὐτῶι παροίσει· \Πα ̣ ̣ ̣ ̣/ πρὸ γὰρ τῆς λ συντελεσθήσονται.
τὴν δὲ τιμὴν τούτων τε καὶ̣ τ̣οῦ μύρου ἐκ τοῦ λόγου ὑμῶν
διαγεγράφαμεν, καθάπερ Ἀπολλώνιος ἔγραψεν. δεδώκαμεν δὲ
καὶ τοῦ πλοιαρίου ἐν ὧι ἀναπλεῖ [να]ύ[λ]ο[ν](*) χαλκοῦ (δραχμὰς) ι. διαγέγραπται
δὲ καὶ Ἰατροκλεῖ εἰς χάρτας τοὺς συντελουμένους ἐν Τάνει ὥστε
15Ἀπολλωνίωι ἀργυρίου (δραχμὰς) υ. ταῦτα μὲν οὖν ἐπίστω οὕτως
διοικημένα. σὺ δὲ καλῶς ἂν ποιοῖς ἐπιστέλλων, ἐάν τινος τῶν
καθʼ ἡμᾶς χρείαν ἔχηις.
ἔρρωσο. (ἔτους) κθ, Χοίαχ κη. v
(ἔτους) κθ, Περιτίου γ.
20Προμηθίων ὧν(*)
δέδωκεν.
20Ζήνωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.