DDbDP transcription: psi.4.361 [xml]
251/250 BC Philadelphia
r
Μαίμαχος Ζήνωνι χαίρει[ν. ἔγρ]αψάς μοι δοῦναι Καλλίππωι
καὶ Ἀμορταίωι τὰς ἐν τῶι Ἰσιείωι νομάς. πεποίηκα οὖν αὐτὸ καθότι μοι
ἐπέστειλας καὶ τὸ ὅλον [ ̣ ̣] ̣ ̣[ ̣ ̣ ̣] ̣[- ca.13 -] ̣ ̣υωνται οἱ παρά σου,
πᾶν ποιήσω τὸ δείον(*) ὡς εἰ σ[οῦ συμπαρόντος](*) καὶ συντάσσοντος. καλῶς δὲ
5ποιήσεις καθότι μοι ὡμολόγησας, δια[λ]ύσας τέ με πρὸς Διότιμον καὶ λαλήσας
περί μου, ἵνα πολυωρῶμαι ὑφʼ(*) αὐ̣τ̣[οῦ. ὀμν]ύω δέ σοι τὸν βασιλέως δαίμονα
καὶ τὸν Ἀρσινόης ἧ μὴν κατὰ \τοῦ ἀν/θρώπου(*) μήτε νῦν μήτε πρότερον εἰρηκέναι
ἄτοπον πρὸς μηθένα μήτε κατ̣[ὰ] τ̣ῶ̣ν παρʼ αὐτοῦ, ἀλλὰ(*) ἀγωνιῶν
διατελῶ καὶ πᾶσιν τοῖς παρʼ αὐ[τ]οῦ προσφιλής εἰμι ὅσοι αὐτὸν σέβονται.
10γέγραφα δὲ καὶ αὐτῶι ἐπιστολήν· ἀπόδος οὖν αὐτῶι σύ. καὶ σὺ δὲ μὴ
ἐγκαταλίπηις(*) ἡμᾶς. ἐὰν δετ[ ̣ ̣] τοῦ βασιλέως καὶ Ἀπολλωνίου τύχης
βουλομένου βέλτιόν σοι φαίνηται κ[α]ταμένειν ἐν πόλει ἐξ ὧν ἀκούομεν,
φρόντισον περὶ Δημητρίου, ἵνα [τὰ]ς χρ̣είας σ̣οι παρέχηται ἐν πόλει
μετά σου· ἔσται γάρ σοι ἄμεμπτ̣ο̣[ς. ἐ]ὰν δὲ καὶ τῶν ἑτέρων υἱῶν
15χρείαν ἔχεις, καὶ τούτους σοι ἀποστελῶ· λιτουργήσουσιν(*) γάρ σοι ὡσεὶ
ἀδελφῶι ἀμέμπτως. καὶ ἐάν σοι [φ]αίνηται καλῶς ἔχειν, γράψον
Ἀριστάνδρωι περί μου, ἵνα μ[ὴ] ἀγνοῆι, ἀλλὰ πολυωρῆι ἡμῶν.
ἔρρωσο. (ἔτους) λε, Φαῶφι ιδ v
Ζήνωνι
(perpendicular) 20 (hand 2) Ἀρισ[τά]νδρωι. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ὑ̣γ̣ι̣α̣[ίνομε]ν δὲ καὶ ἡμεῖς.
(perpendicular) Μαιμάχωι τῶι νομάρχη̣ι καλῶς ποιήσει̣[ς]
21/22(Writing perpendicular to main text) ἀντιλαμβανόμενος
(perpendicular) καὶ συνδιασώισων ⟦κα ̣ ̣ ̣ ̣ καὶ τ̣οῦτο γὰρ ἀν⟧
(perpendicular) ⟦καιωι⟧ τούτου ⟦τε⟧ γὰρ γινομένου \π̣ροστ̣ε⟦ ̣⟧ο̣ι̣σ⟦ ̣⟧τετακται/ (εὐχρηστότερος ἔσται)
(perpendicular) προθυμότερος ἔσται καί σοι εὐχρηστότερος.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.