DDbDP transcription: psi.4.366 [xml]
250/249 BC Philadelphia
r
Δᾶμις ὁ παρὰ Θεμίστου Ζήνωνι χαίρειν. τῶν ἐκ Πτολεμαίδος
γεωργῶν Πετωὺς καὶ Θοτορταῖς βοῦν ὑφελόμενοι μετήγαγον
εἰς Φιλαδέλφειαν. ἀπέσταλκα οὖν Εὔβιον τὸν φυλακίτην. καλῶς
οὖν ποιήσεις συντάξας, ἐὰν ἐπιλαμβάνηται τῶν ἀνθρώπων
5καὶ τῆς βοός, μηθένα αὐτὸν ἀποβιάσασθαι, ἀλλὰ καταστῆσαι ἐπί σε·
καὶ ἐάν τι δικαιότερον λέγωσι οἱ παρʼ ἡμῶν, παραδοθῆναι αὐτοῖς τὴν
βοῦν καὶ τὰ σώματα.
ἔρρωσο. (ἔτους) λϛ, Θωὺθ ϛ. v
(ἔτους) λϛ, Θὼθ ια.
10Δᾶμις βοὸς καὶ σώματος.
Ζήνωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.