Papyri.info

sign in

p.oxy.3.495 = HGV P.Oxy. 3 495 = Trismegistos 20631



DDbDP transcription: p.oxy.3.495 [xml]

AD 181-9 Oxyrhynchus

[ἔτους   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Ἐπεὶφ β, ἐν Ὀξυ(ρύγχων) πόλ(ει) τῆς Θηβ(αίδος), ἀγαθ(ῇ) τύχῃ.
[τάδε διέθετο νο]ῶν καὶ φρονῶν Πετοσορᾶπις Πετοσοράπιος τοῦ Ἐπινείκου μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυι(*)ᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰ(*)δίων ἐξουσίαν ὃ ἐὰν βού-
[λωμαι κατʼ αὐτῶ]ν̣ ἐπιτελεῖν καὶ ἀναιρεῖσθαι ἢ ἀκυροῦν τήνδε τὴν διαθήκην [ἀ]νεμποδίστως ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑ(*)πάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω μηδὲν κατʼ αὐτῶν ἐπιτελέ-
[σας κληρονόμον] ἀπ[ο]λείπω τὸν υἱ(*)όν μ[ο]υ Ἐπινείκον μητρ[ὸ]ς [  ̣]χ̣ηρ̣ο̣  ̣υ̣ς̣ [ἀπὸ] τῆς [α]ὐτῆς πόλεω[ς ἐὰν ζ]ῇ, εἰ δὲ μή, ἃ ἐὰν ἔχ[ῃ τέκν]α καὶ τὰ ἐπεσόμενά μοι ἕτερα τέκνα, ἢ ἐὰν μὴ γένηταί μοι ἕτερα τέκνα
5[- ca.35 -]  ̣  ̣  ̣[- ca.10 -]  ̣[- ca.12 -]α̣ πάντ[α   ̣  ̣  ̣  ̣  ̣  ̣] τοῦ ὑπάρχ[ον]τός μοι̣ π̣[ρ]ό̣τ̣ε̣ρον̣ Ἑρμίου χρηματίζοντος μητρὸς Ἰ̣σ̣ι̣[  ̣  ̣]σ̣ι̣ο̣  ̣  ̣ ἐν Ἀντιπέλα Πέλα(*) ἐκ τοῦ
[- ca.55 - τοῖς ἐσο]μένο̣ι̣[ς   ̣  ̣  ̣  ̣  ̣] ἐκγόνοις καὶ ὧν ἐὰν [ἀ]πολίπω ἐ̣π̣ί̣[π]λ̣ων κ̣[αὶ] σκευῶν καὶ ἐνδομενείας καὶ ὀφε̣ι̣λη̣μ̣ά̣τ̣[ω]ν̣
[- ca.59 -] ἀδελφῇ [Ἀπολλωνοῦ]τ̣ι ἐὰν περ[ι]ῇ, εἰ δὲ μή, [τ]ῷ αὐτῷ υἱ(*)ῷ μ[ο]υ Ἐπινείκῳ τὰ δὲ σκεύη καὶ ἔπιπλα καὶ ἄλλα ὄντα ἐν τρισὶ
[- ca.58 - ἀδ]ελφιδ[- ca.9 -]ν̣ καὶ τὸν αὐτὸν υἱ(*)όν [μο]υ Ἐπίνεικον [ἔ]ν τε ἐξέδρᾳ καὶ κέλλῃ τῇ ἐπάνω τοῦ πυλῶνος καὶ ἐ̣ν̣ ὅ̣λῳ
[- ca.60 -] καὶ δι[  ̣  ̣  ̣  ̣  ̣ ἐξ ὧν] ἀπέλιπον αὐτῇ ἀπ̣[οδι]δόναι ὅσα ἐὰν φανῶ ὀφείλων καὶ ἐξουσίαν αὐτὴν ἔχειν π̣ᾶ̣ν̣ δ̣ι̣ε̣υθ̣ύ-
10[νειν ὡς ἂν αὐτῇ δοκῇ - ca.44 -]ω̣ρου(*) ς  ̣[  ̣  ̣  ̣ τὸν αὐ]τὸν υἱ(*)όν μ[ου   ̣  ̣]ε[  ̣  ̣  ̣  ̣  ̣]ην παρʼ ἑαυτῇ διαιτώμενον μέχρι οὗ γένηται ἐτῶν εἴκοσι πρόνοιαν ποιου-
[μένην - ca.52 - ἐξ ὀ]νόματό[ς μου διαδέξ]ηται συν[  ̣  ̣  ̣  ̣  ̣ουσ]αν τὰ ἐξ αὐτῶν περιγεινόμενα καὶ διατρέφουσαν αὐτὸν ἐξ αὐτῶν [  ̣  ̣]υ̣
[- ca.62 -]επ  ̣[- ca.9 -]σ̣ει εἰς αὐτὸν μητρικῇ φιλοστοργίᾳ, ἥτις ἀποκαταστήσει αὐτῷ γενομένῳ τῆς προκειμέν[ης]
[ἡλικίας - ca.54 -]α̣ντ̣[- ca.10 -] ὧν ἐὰν ἐξ ὀνόματός μου διαδέξηται μεθʼ ἃ ἐὰν εἰς αὐτὸν ἀναλώσῃ, παρʼ ἧς οὔτε λόγους οὔ[τε]
[- ca.61 -]τ̣η̣α[- ca.10 -]η̣ αὐτῷ. τὴν δʼ αὐτὴν ἀδελφήν μου Ἀπολλωνοῦν πρόνοιαν ποιήσασθαι βούλομαι τοῦ ἐπιτρο-
15[πευομένου](*)[- ca.39 - ὅσα δʼ ἂν ὑπὸ τὸ ἐκδ]όσιμ[ον ταύτης τ]ῆς διαθήκης γράψω τῇ ἰ(*)δίᾳ μου χειρὶ ἤτοι ἀφαιρούμενός τι τῶν προκειμένων ἢ προσδιατάσ-
[σων ἢ ἑτέροις χαριζόμενος ἢ καὶ ἄλλο τι βουλόμενος καὶ αὐτὰ ἔστω κύρια] ὡς [  ̣  ̣  ̣  ̣ τῇ διαθ]ήκῃ ἐνγεγραμμ[έ]να, καὶ μὴ ἐξεῖναι μηδενὶ τῷ καθόλου παρενχειρεῖν τοῖς ὑ(*)πʼ ἐμοῦ δια-
[τεταγμένοις - ca.47 -τῷ ἐμε]μέ[νοντι](*)[ ἐπι]τίμου δραχμὰς τρι[σχ]ειλίας(*) καὶ εἰς τὸ δημόσιον τὰς ἴ(*)σας καὶ μηθὲν ἧσσον μένειν κύρια τὰ ὑπʼ ἐμοῦ
[διατεταγμένα. ἡ διαθήκη κυρία. ⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 2. αγυϊα papyrus
^ 2. ϊδιων papyrus
^ 3. ϋπαρχειν papyrus
^ 4. υϊον papyrus
^ 5. l. Ἀντιπέρα, ἔ̣ν̣αντι Πέλα {Πέλ̣α} prev. ed.
^ 7. υϊω papyrus
^ 8. υϊον papyrus
^ 9-10. ἔχειν ι̣  ̣  ̣  ̣  ̣ε̣υθ̣υ [- ca.60 -]ω̣ρου prev. ed.
^ 10. υϊον papyrus
^ 14-15. BL 2.2.96 : ἐπιτρό[που] prev. ed.
^ 15. ϊδια papyrus
^ 16. ϋπʼ papyrus
^ 17. BL 1.324 : [  ̣  ̣  ̣  ̣]με[  ̣  ̣  ̣  ̣] prev. ed.
^ 17. l. τρισχιλίας
^ 17. ϊσασ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.