Papyri.info

sign in

p.oxy.3.503 = HGV P.Oxy. 3 503 = Trismegistos 20637



DDbDP transcription: p.oxy.3.503 [xml]

AD 118 Oxyrhynchus

[ἔ]τους δευτέρου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶφ ιζ, ἐ[ν Ὀ]ξυρύγχ(ων) πόλ(ει) τῆς [Θηβ(αίδος)].
[ὁμολογοῦ]σιν ἀλλήλοις Ἐπίμαχος Ἁρσιήσιος τοῦ Ἐπιμάχου μητρὸς Δημῆτος καὶ οἱ ἀνεψιοὶ Ἐπίμαχ[ος]
καὶ Πετοσεῖρις ἀμφ[ότ]εροι Διονυσίου τοῦ Ἐπιμάχ[ο]υ μητρὸς Θατρῆτος καὶ ἡ πάντων αὐτῶν πρὸς πατρὸς τη[θὶς Σε-]
ψάριον Ἐ[π]ιμάχου τοῦ Διονυσίου μητρὸς Θατρῆτος πάντες ἀπʼ Ὀξυρύγχων πόλεως, ἡ δὲ Σεψάριον μετὰ κυρίου [  ̣  ̣  ̣  ̣  ̣  ̣]
5Ἑρμᾶτος Θέωνος ἐν ἀγυιᾷ διῃρῆσθαι πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐπὶ τοῦ παρόντος τὴν ὑπάρχουσαν αὐτοῖ[ς]
ἐν κώμῃ Κερκεθύρει οἰκίαν καὶ αὐλὴν ἐν ᾗ φοίνικες τέσσαρες , ὧν πάντων μέτεστι τῷ μ̣[ὲν](*)[ Ἐπιμάχῳ Ἁρσιήσιος μέ-]
ρη δύο ἀπὸ μερῶν πέντε , τῷ δὲ Ἐπιμάχῳ καὶ Πετοσείρι ἀμφοτέροις Διονυσίου ἐξ ἴ(*)σου μέρη δύο , [τῇ δὲ Σεψαρίῳ]
[Ἐπιμάχου μ]έρ[ο]ς ἕν , καὶ κεκληρῶσθαι τὸν μὲν Ἐπίμαχον Ἁρσιήσιος τὰ ἑαυτοῦ μέρη δύο ἐκ τοῦ ἀ̣[πὸ βορρᾶ μέρους]
[- ca.15 - διατεῖνον λίβα] ἐπʼ ἀπηλιώτην ἐπὶ τὸ πέρας τῶν ὅλων τόπων, [τὴν δ]ὲ̣ Σ̣[εψάριον Ἐπιμά-]
10[χου ἐχομένως μετὰ τὸν Ἐπί]μαχ[ο]ν Ἁρσιήσιος ἐπὶ νότον διατεῖνον λίβα ἐπʼ ἀπηλιώτην ἐπὶ τὸ πέρα[ς τῶν ὅλων τό-]
[πων, καὶ] τὸν Πετοσεῖριν ἐχομένως μετὰ τὴν Σεψάριον ἐπὶ νότον τὸ ἑαυτοῦ μέρος ἓν δι[ατεῖνο]ν λίβα ἐ[πʼ ἀπηλι-]
[ώτην ἐπὶ] τὸ πέρας τῶν ὅλων τόπων, καὶ(*) τὸν Ἐπίμαχον Διονυσίου ἐχομένως μετὰ τὸν ἀδελφὸν αὐτοῦ Πετοσ[εῖ-]
[ριν Διονυσίου] ὁμοίως τὸ ἑαυτοῦ μέρος ἓν διατεῖνον ὁμοίως λίβα ἐπʼ ἀπηλιώτην ἐπὶ τὸ [πέ]ρ[α]ς τῶν ὅλων τόπ[ων]
[ἕνα δ’ ἕκαστο]ν αὐτῶν(*) σὺν(*) τοῖς συνεμπεσουμένοις εἰς ἃ κεκλήρωται φορτίοις τῶν τεσσάρων φοινίκων σὺν
15[- ca.11 -]  ̣ εἰς τὰ τοῦ Ἐπιμάχου καὶ Πετοσείριος ἀμφοτέρων Διονυσίου μέρη ο̣  ̣[  ̣  ̣  ̣ ἀ]μφοτέρω[ν   ̣  ̣  ̣  ̣  ̣]
[  ̣  ̣  ̣ συγχωροῦσ]ι̣ δὲ οἱ ὁμολογοῦντες ἕκαστος κατὰ τὰ προκείμενα αὐτοῦ μέρη εἴσο̣[δον - ca.16 -]
[  ̣  ̣  ̣  ̣  ̣  ̣ ἀπηλι]ώ̣του τῆς ὅλης οἰκίας καὶ αὐλῆς μέρους πλάτους λιβὸς ἐπʼ ἀπηλιώτην π̣η̣[χῶν - ca.15 -]
[- ca.13 - ἐπὶ τὸ π]έρας τῶν ὅλων τόπων εἰς ἣν εἴσοδον ἐξέσται αὐτοῖς ἀνεῖναι(*) ἃς ἐὰν αἱρῶ[νται   ̣  ̣  ̣  ̣]
[- ca.20 -]ι̣αν διʼ ἧς εἰσοδεύσει ἕκαστος αὐτῶν εἰς μόνα ἃ κεκλήρω[ται] ὡ̣ς̣ πρόκειται, διοι̣[κεῖν δὲ]
20[ἕκαστον αὐτῶν καὶ κρατεῖ]ν καὶ κυριεύειν ὧν λέλονχεν(*) εἰς τὸν αἰεὶ χρόνον [- ca.10 - ἑ]κ̣ατε[ρ   ̣  ̣  ̣  ̣  ̣]
[- ca.21 - μηδὲν] ἐνκαλεῖν ἀλλ[ήλοις κατὰ μηδέ]ν̣α τ[ρόπον ⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 6. μ̣[ὲνμ̣[εν] corr. ex ε̣[εν]
^ 7. ϊσου papyrus
^ 12. corr. ex τοαι
^ 14. BL 1.324 : [- ca.10 -]  ̣ αὐτῶν prev. ed.
^ 14. corr. ex
^ 18. corr. ex
^ 20. l. λέλογχεν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.