DDbDP transcription: p.oxy.1.100 [xml]
AD 133 Oxyrhynchus
r
τοῖς ἀγορανόμοις Μάρκος Ἀντώνιος Δεῖος καὶ ὡς χρηματίζω,
στρατηγήσας Ἀλεξανδρείας, νεωκόρος τοῦ μεγάλου Σαράπιδος.
ὀμνύω τὸν Ῥωμαίοις ἔθιμον ὅρκον πεπρακέναι Ἀδράστῳ Χ[αι-]
ρήμονος τοῦ Ἀδράστου [Ν]ειλαναβατείῳ(*) τῷ καὶ Ἀλθαιεῖ μητρ[ὸς]
5Φιλωτέρας \τῆς/ Ὠριγένου\ς/ ἀστῆς, καὶ Διονυσίῳ τῷ καὶ Παποντῶτι
μητρὸς Τααρπαήσιος Πέρτακος ἀπʼ Ὀξυρύγχων πόλεως ἀφή-
[λικι] τοῦ πατρὸς Ὥρ[ο]υ χρηματίζοντος μητρὸς Ταψόιτος
[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ τοῖς](*) δυσὶ κο[ι]νῶς ἐξ ἴσου, ἀπὸ τῶν ὑπαρχόντων
μ[ο]ι ἐπʼ ἀμφόδου Κρητικοῦ καὶ Ἰουδαι(*)κῆς λοιπῶν ψειλῶν(*) τό-
10πων βείκους(*) τέσσαρας , ὧν ἡ τοποθεσία καὶ τὸ κατʼ ἄνεμον διὰ τῆς
καταγραφῆς δεδήλωται· εἶναί τε ἐμοῦ καὶ μήτε ὑποκεῖσθαι
μηδὲ ἑτέροις ἐξηλλοτριῶσθαι κατὰ μηδένα τρόπον, ἀπέχειν
δέ με τὴν τειμὴν(*) ἀργυρίου δραχμὰς δισχειλίας(*) διακοσίας , καὶ
βεβαιώσειν πάσῃ βεβαιώσει καὶ παρέξειν καθαροὺς ἀ[πὸ ἀ]πο-
15[γρ]αφῆς(*) πάσης καὶ παντὸς οὑτινοσοῦν ἄλλου. (ἔτους) ιζ Αὐτ[οκράτορος]
Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαρμοῦθι ιγ.
(hand 2) Μάρκος Ἀντώνιος ὀμώμ[οκα]
τὸν ὅρκον. v
Φαρμ(οῦθι) ιγ, ἐ̣ώ̣ν̣(ηνται) Ἄδραστος καὶ ἄ[λ]λ̣ος π̣(αρὰ) Μάρκου.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.