DDbDP transcription: psi.4.392 [xml]
242/241 BC Philadelphia
r
Ἑρμοκράτης Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ τἆλλά(*) σοι κατὰ τρόπον συναντᾶι, εἴη ἂν τὸ δείον(*)· ὑγίαινον δὲ καὶ
αὐτός. τῆς ἀνακρίσεως ἡμῶν γεγενημένης κατὰ λόγον καὶ ἐπιδεδομένης εἰς αὐλήν, ἕως μὲν διεκαρτε-
ροῦμεν, ἐν οὐ τῆι τυχούσηι δαπάνηι ὄντες, μηθένα τῶν φίλων ἐνοχλεῖν, οἰόμενοι ἐν τάχει ἐπισκέ-
ψεσθαι τὸν βασιλέα· ἐπειδὴ <δὲ(?)> διʼ ἄλλα ἐνεστηκότα ἀναγκαῖα μακρὸν ἐγίνετο καὶ ὃ ὑπελιμπανόμεθα [κερ]μά-
5τιον εἰς τοὺ\ς/ προσταντας(*) τῆς σωτηρίας ἡμῶν, ἐδαπανῶμεν εἰς τὰ καθʼ ἡμέραν ἀναγκαῖα, ὥστε συν[β]ῆναι
τοῦ βασιλέως εὐειλάτου(*) γενομένου καὶ ἐπιγράψαντος τὴν ἄφεσιν, ὅπερ σὺν θεῶι εἰπεῖν πεπείσμ̣ε̣[θ]α,
δοκεῖν ἄλλοις ἐξαλλακτὰς εἶναι· τὰ πρός σε ἔτι̣ ἐ̣ξ ἀρχῆς ἐν τοῖς ἀναγκαιοτάτοις τεθειμένοι, καλῶς ἔχ̣ειν
ὑπελάβομεν γράψαι ὅπως, ἂν σοι φαίνηται, ὑπολαβὼ̣ν εἴς τι τῶν προκιμένων ἀνηλωκέναι, δοὺς Ἀμμων̣ί̣ωι
τῶι κεκομικότι σοι τὴν ἐπιστολὴν ὅσον ἄν ποτε εὐκαιρῆις, εὖ δὲ γίνωσκε διότι ὃ ἂν συμβάληι εἰς τὴν [σω]τη-
10ρίαν μου, ἂμ(*) μέν, καθότι γράφομεν, συναντήσηι ἡμῖν τὰ παρὰ τοῦ βασιλέως κατὰ λον(*), κομιη(*) διπλάσιον·
εἰ δὲ μή γε, ἐση(*) παρὰ πᾶσι οὐκ ἀπεστρεμμένος ἄνθρωπον ἀνέγκλητόν σοι γεγενημένον ἐν αἴσχει
ὑπὸ τῆς ἀκληρίας. εὐχαριστήσεις δέ μοι φιλοτιμότερον γράψας ἐνταῦθα οἷς ἂν ὑπολαμβάνηις
ἐπιτήδεον εἶναι, συνπαρίστασθαι ἡμῖν ἐν οἷς ἂν τυγχάνωμεν χρείαν ἔχοντες ἀβλαβῶς, καὶ ἐμοὶ
γράψας ὅσον ἂν συνθῆις τῶι Ἀμμωνίωι.
15ἔρρωσο. (ἔτους) ζ(*), Τῦβι ιβ. v
Ζήνωνι

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.