DDbDP transcription: psi.4.400 [xml]
III sac Philadelphia
ὑπόμνημα Ζήνωνι παρὰ Ἀγάθωνος. περὶ ὧν σοι
ἐμπεφάνικα, ἵνα κα̣ὶ κομ̣[ι]δήν τινα ποιήσηι, πρὸ τοῦ(*)
βασιλικὰ γενέσθαι· ὀφείλει γὰρ εἰς τὸ βασιλικὸν πολλά·
4aκαὶ διδάξω ὅθεν τὴν κομιδὴν ποήσει(*)
καὶ περὶ ὧν σοι δύναμαι χρήσιμος γενέσθαι, ὥστε σε
5προσωφελεῖν \ἐκ τῆς γῆς/ ⟦εἰς τὸ βασιλικὸν⟧ οὐκ ὀλίγον. εἰσὶν δὲ (ἄρουραι) σξε
ἃς [γε]ωργεῖ Πετοβάστις. ἀξιῶ οὖν παραδοθῆναί
μοι ταύτας. ἐγὼ δέ σοι, ὅσην ἂν σιτοφορήσω ἀνα-
πληρώσω ἀκίνδυνον πυρ(ῶν) (ἀρτάβας) ι· εἰ δὲ μή, ι (δραχμὰς) τὴν (ἄρουραν).
σὺ δὲ δύνηι ἐκ δ (δραχμῶν) διαλύειν τὰ ἐκφόρια, ὥστε μηθὲν
10βλάπτεσθαί σε, ἀλλʼ ὠφελεῖσθαι (δραχμὰς) ϛ. ἀναπαύσεις δὲ
κατʼ ἐνιαυτὸν (ἄρουρας) ρ, ἐγὼ δὲ ἀναπληρώσω τὴν (ἄρουραν)
χόρτου δέ(σμας) βμν(*)(αίους) Αφ. καὶ ἐὰμ(*) μὲν βούληι ἐκφόρια
διαλύειν· εἰ δὲ μή, τιμῆς τὴν (ἄρουραν) (δραχμὰς) γ. ὅσα δʼ ἂν
χλωρὰ τὰ κτήνη ἐξανηλώσηι σου ἀνυπόλογόν σοι
15οἴσω, \σοῦ παρέχοντος τὸ σπέρμα/ ὥστε καὶ τὰ κτήνη σου ἔχειν χορτάσματα
δωρεάν. καὶ διδάξω σε ὅτι λύει. ὀψώνιον δέ μοι τά-
ξεις σὺμ(*) παντὶ κατὰ μῆνα (δραχμὰς) ι. οὐ γὰρ προς
[ -ca.?- ]επι[ -ca.?- ]

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.