DDbDP transcription: p.fam.tebt.37 [xml]
AD 167 Tebtynis?
[Λο]κκεί[ωι] Ὀφελλιανῶι τῶι κρατίστῳ ἐπιστρατήγωι
[παρ]ὰ̣ Λυσ̣[ιμά]χου τοῦ καὶ Διδύμου [κ]αὶ Φιλοσαράπιδος
ἀμφοτέρ[ων] Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου Ἀντινοέων
Ματιδείων τῶν καὶ Καλλιτεκνείων. ὑπάρχει ἡμεῖν(*),
5κύριε, πρὸς τὸν ἕτερον ἡμῶν ἀδελ[φὸν] Φιλαντίνοον τὸν κ[αὶ]
Νειλαμων(*) [δ]ο[ύλη] μητρικην(*) κοιν̣ην(*) ὀνόματι Μάρτιλλα,
ἥτις ἐν τ[ῶι] Ἀ̣ρ[σιν]οείτῃ τυγχάνουσα, ἔνθα γεουχοῦμεν,
τὰ ἐπιτ̣[ή]δε[ι]α̣ ἡ̣μεῖν(*) διαπέμπεται εἰς τὴν Ἀντινόου.
ταύτην οὖν ἐ[νε]ρ[γ]οῦσαν λαβάμενοι Σαραπάμων τις
10Πυρρίωνος κα[ὶ] ὁ τούτου ἀδελφὸς Δεῖος ἀπὸ τοῦ Ἀρσινοεί-
του, καταμένοντες ἐν κώμῃ Τεπτύνι(*) τῆς Πολέμωνος
μερίδος, βίᾳ ἀποσπάσαντες δίχα στρατηγοῦ συνέσχον
π[α]ρʼ ἑαυτοῖς, ἣν καὶ μέχρι τούτου κατέχουσι, προφάσει
ζητήματος οὗ φασιν ἔχειν πρὸς τὸν ἕτερον ἡμῶν
15ἀδελφὸν Φιλα̣ν̣τίνοον τὸν καὶ Νειλάμωνα. κατὰ τὸ ―
ἀναγκαῖον οὖν, κύριε, ἐντυγχάνομέν σοι ἀξιοῦντες,
ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι γραφῆναι τῷ τῆς
Θεμίστου καὶ Πολέμωνος μερίδων στρατ[η]γῷ ἀνα-
πέμψαι αὐτοὺς ἔνθα εἰς τὴν Ἀντινόου πόλειν(*)
20ἐπὶ τὴν σὴν τοῦ κυρίου διάγνωσιν περὶ ἧς ἐποιήσαντο
βίας καὶ ἀπο[σ]πασμοῦ τῆς δούλης, <ἣν> καὶ νῦν
ἔτι παρʼ αὑτοῖς ἔχουσι, ἵ(*)νʼ ὤμεθα εὐεργετημένοι. ―
διευτύχει.
(hand 2) Λυσίμαχος ὁ καὶ Δίδυμος ἐπιδέδωκα. (hand 3) Φιλοσερᾶπις
25Ἡρακλείδου συνεπιδέδωκα.
(hand 4) (ἔτους) ζ Φαμενὼθ ̣
(hand 5) [ὁ] στρ[α]τηγὸ̣ς ἐ̣ν̣θ̣ενὶ πέμψει
[το]ὺς ἐμφερομένους πρὸς ἐμέ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.