DDbDP transcription: p.fouad.1.30 [xml]
AD 121 Oxyrhynchus
Δημητρ̣ί̣ῳ̣ σ̣τ̣ρ(ατηγῷ) [Ὀ]ξ̣[υρυγ]χ̣(ίτου)
παρὰ Τασιόνυτος τ̣ῆ̣ς καὶ Διονυσίας
Διονυσίου ἀπʼ Ὀξυρύγχων πόλεως κα[ὶ]
Ἀμμωνίου Πάσειτ[ο]ς ἀπὸ τῆς μικρ[ᾶ]ς
5Ὀάσεως, τῆς δὲ Τασ[ιό]νυτος μετὰ κυρίο̣υ
Δημητρίου Θέω̣νος τοῦ Θέωνος ἀπὸ
τῆς Ὀξυρύγχων πόλεως. ὑπάρχει ἑκα-
τέρῳ ἡμῶν ἐπʼ ἀμφόδου Μητρῴου
οἰκία συναφὴς τῇ ἑκ[ατ]έ̣[ρο]υ̣· ἔχει δὲ
10ἐν γιτνίᾳ(*) ἡμῶν Φίλων Διονυσίου
καὶ Ἀπία Φερέμφιο[ς σ]ὺν τοῖς ἀδελ-
φοῖς Διονυτᾶ\τι/ κ(α)ὶ Ταποντῶτι κ(α)ὶ Ἀρσο̣ῦτ̣[ι]
Σαραπίωνος κ(α)ὶ Δημητροῦς(*) Διονυ-
σίου κ(α)ὶ Σαραπίων(*) Σ[α]ραπίωνος οἰκί(αν),
15ἥτις διὰ πολυχρόνιον παλαίωσιν
κινδυνεύει συνπεσεῖν· ὅθεν
ὑφορώμενοι μὴ κίνδυνός τις
ἡμεῖν(*) καὶ τοῖς ἡμετέροις γένηται,
ᾗ μάλιστα τῆς \αὐτῆς/ οἰκίας φερούσης
20εἰς τὴν ἑκατέρου αὐ[λ]ὴν, ἀξιοῦμεν
μεταδοθῆναι αὐτοῖς τοῦδε τοῦ
ὑπομνήματος ἀντίγραφον διʼ ὑπη-
ρέτου, ἵνʼ ἔχοντες ἔνγραπτον παρ-
αγγελίαν τὴν ἑαυτῶν οἰκίαν ἀσφα-
25λίσωνται ἢ εἰδῶσι ὑπευθύνους
αὐτοὺς ἐσομένους παντὶ τῷ
συνοησομένῳ(*) κινδύνῳ κα(ὶ)
τοῖς ἐπακολουθήσασι βλάβεσι.
(ἔτους) ε Αὐτοκράτορος Καίσαρος Τραιαν[οῦ]
30Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ α.
(hand 2) Διονύσιος ὁ κ(αὶ) Σαρᾶς̣ ὑπη(ρέτης) με-
τέδωκα Ἀπίᾳ Φερέμφιος
κ(α)ὶ τῷ ἀδελ(φῷ) αὐτ̣(ῆς) Διονυτ[ᾶ]τι διʼ αὐ-
τῆς κ(α)ὶ Φίλωνι Διονυσίου
35κ(α)ὶ Ταποντῶτι κ(α)ὶ Ἀρσοῦτι κ(α)ὶ
Δημητροῦτι κ(α)ὶ Σαραπίωνι
ἐνώπιος. ἔτους πέμπτου
Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ Μεχεῖρ
40νεομηνίᾳ.
παρὰ Τασιόνυτος τ̣ῆ̣ς καὶ Διονυσίας
Διονυσίου ἀπʼ Ὀξυρύγχων πόλεως κα[ὶ]
Ἀμμωνίου Πάσειτ[ο]ς ἀπὸ τῆς μικρ[ᾶ]ς
5Ὀάσεως, τῆς δὲ Τασ[ιό]νυτος μετὰ κυρίο̣υ
Δημητρίου Θέω̣νος τοῦ Θέωνος ἀπὸ
τῆς Ὀξυρύγχων πόλεως. ὑπάρχει ἑκα-
τέρῳ ἡμῶν ἐπʼ ἀμφόδου Μητρῴου
οἰκία συναφὴς τῇ ἑκ[ατ]έ̣[ρο]υ̣· ἔχει δὲ
10ἐν γιτνίᾳ(*) ἡμῶν Φίλων Διονυσίου
καὶ Ἀπία Φερέμφιο[ς σ]ὺν τοῖς ἀδελ-
φοῖς Διονυτᾶ\τι/ κ(α)ὶ Ταποντῶτι κ(α)ὶ Ἀρσο̣ῦτ̣[ι]
Σαραπίωνος κ(α)ὶ Δημητροῦς(*) Διονυ-
σίου κ(α)ὶ Σαραπίων(*) Σ[α]ραπίωνος οἰκί(αν),
15ἥτις διὰ πολυχρόνιον παλαίωσιν
κινδυνεύει συνπεσεῖν· ὅθεν
ὑφορώμενοι μὴ κίνδυνός τις
ἡμεῖν(*) καὶ τοῖς ἡμετέροις γένηται,
ᾗ μάλιστα τῆς \αὐτῆς/ οἰκίας φερούσης
20εἰς τὴν ἑκατέρου αὐ[λ]ὴν, ἀξιοῦμεν
μεταδοθῆναι αὐτοῖς τοῦδε τοῦ
ὑπομνήματος ἀντίγραφον διʼ ὑπη-
ρέτου, ἵνʼ ἔχοντες ἔνγραπτον παρ-
αγγελίαν τὴν ἑαυτῶν οἰκίαν ἀσφα-
25λίσωνται ἢ εἰδῶσι ὑπευθύνους
αὐτοὺς ἐσομένους παντὶ τῷ
συνοησομένῳ(*) κινδύνῳ κα(ὶ)
τοῖς ἐπακολουθήσασι βλάβεσι.
(ἔτους) ε Αὐτοκράτορος Καίσαρος Τραιαν[οῦ]
30Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ α.
(hand 2) Διονύσιος ὁ κ(αὶ) Σαρᾶς̣ ὑπη(ρέτης) με-
τέδωκα Ἀπίᾳ Φερέμφιος
κ(α)ὶ τῷ ἀδελ(φῷ) αὐτ̣(ῆς) Διονυτ[ᾶ]τι διʼ αὐ-
τῆς κ(α)ὶ Φίλωνι Διονυσίου
35κ(α)ὶ Ταποντῶτι κ(α)ὶ Ἀρσοῦτι κ(α)ὶ
Δημητροῦτι κ(α)ὶ Σαραπίωνι
ἐνώπιος. ἔτους πέμπτου
Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ Μεχεῖρ
40νεομηνίᾳ.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.