Papyri.info

sign in

p.koeln.2.100 = HGV P.Köln 2 100 = Trismegistos 21204



DDbDP transcription: p.koeln.2.100 [xml]

AD 133 Oxyrhynchite

ἀντί[γ]ρ(αφον).
ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων νεομηνίᾳ ἐν κώμῃ Πιμ̣  ̣[⁦ -ca.?- ⁩].
τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Τααρπαῆσις ἡ καὶ Ἰσιδώρα Ἀπολλωνίου τοῦ Ἀπολλωνίου μητρὸς Τσεναμούνιος ἀπʼ Ὀξυρύγχων πόλε[ως μετὰ κυρίου τοῦ ὁμοπατρίου ἀδελφοῦ Ἀπόλλωνος Ἀπολλωνίου τοῦ Ἀπολλωνίου]
μητρὸς Διογενίδος ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν πᾶν ὃ ἐὰν βούλωμ[αι περὶ αὐτῶν ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ πρὸς ἀκύρωσιν ἄγειν τήν-]
5δε τὴν διαθήκην. ὃ δʼ ἂν ἐπιτελέσω, κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω μηδὲν ἐπιτελέσασα, καταλείπω κληρονόμ[ους τὰ τέκνα μου Πτολεμαῖον καὶ Βερενίκην καὶ Ἰσιδώραν τὴν καὶ Ἀπολλωνάριον]
τοὺς τρεῖς χρηματίζοντας μητρὸς ἐμοῦ, ἕκαστον δὲ αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα· τὸν μὲν Πτολεμαῖον ἀφʼ ὧν ἔχω οἰκοπέδων ἐν μὲν τῇ Ὀξυρύγ[χων πόλει ἐπʼ ἀμφόδου Νότου Δρόμου οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ]
εἰσόδων καὶ ἐξόδων καὶ ἐν κώμῃ Φοβοοῦ τοῦ αὐτοῦ Ὀξυρυγχείτου(*) ἐν τοῖς ἀπὸ λιβὸς ἐπὶ βορρᾶ μέρεσι ψειλῶν(*) τόπων περιτετειχισμένων καὶ τετάρτου μέρους παραδείσου [καὶ τῶν ἐνόντων φοινίκων καὶ φυτῶν καὶ φρέατος ἐξ ὀπτῆς πλίνθου καὶ χρηστηρίων καὶ ἀνη-]
κόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν τοῖς κατὰ μέσον μέρεσι τῆς αὐτῆς κώμης πατρικοῦ μου ψειλοῦ(*) τόπου περιτετειχισμένου ἐν ᾧ οἶκος καὶ αὐλὴ καὶ εἰσόδων κα[ὶ ἐξόδων καὶ περὶ τὴν αὐτὴν Φοβοοῦ ἐκ τῆς Ἐτεάρχου παρειμένης ἐν μιᾷ σφραγεῖδι](*)
σειτικῶν(*) ἀρουρῶν τριῶν τετάρτου ὀγδόου ἑκκαιδεκάτου η´ ιϛ´ καὶ ἐκ τοῦ Ἀπολλωνίου Λυκίου ἀρούρης μιᾶς ἡμίσους τετάρτου ὀγδόου δυτριακοστοῦ(*) καὶ περὶ Ὦφιν τοῦ αὐτοῦ Ὀξυρυγ[χείτου ἀρουρῶν ἡμίσους τετάρτου ἑκκαιδεκάτου δυτριακοστοῦ](*)
10τετρακαιεξηκοστοῦ 𐅵 δ´ ιϛ´ λβ´ ξδ´ καὶ περὶ Ποσομποῦς Ἀριστομάχου τοῦ αὐτοῦ Ὀξυρυγχείτου ἐπὶ μιᾶς σφραγεῖδος(*) ἀρουρῶν τεσσάρων καὶ περὶ τὸ αὐτὸ Ποσομποῦς Ἀριστομάχου ἐν ἑτέρᾳ κοίτῃ μητρι[κοῦ ἀρούρης μιᾶς · τὴν δὲ Βερενίκην καὶ τὴν Ἰσιδώραν τὴν καὶ Ἀπολλωνάριον]
ἑκατέρα<ν> αὐτῶν διὰ τῆς πρὸς τὸν ἄνδρα συνγραφῆς ἐφʼ οἷς περιέχουσι δικαίοις πᾶσι(*) καὶ διὰ τῆσδε τῆς διαθήκης κοινῶς ἐξ ἴσου οὗ ἔχω πρότερον Ἡραίδος Τεῶτος καὶ ἄλλων ἐν [Ὀξυρύγχων πόλει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Νότου Δρόμου ἡμίσους μέρους οἰκίας καὶ αἰθρί-]
ου καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν τῇ προκειμένῃ κώμῃ Φοβοοῦ ἐν τοῖς ἀπὸ ἀπηλιώτου μέρεσι πατρικοῦ μου ἡμίσους [μ]έρους οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων κ[αὶ εἰσόδων καὶ ἐξόδων. καταλείπω δὲ καὶ τῷ τῆς ἑτέρας τῶν θυγατέρων Βερενίκης υἱῷ Εἰσίωνι Ἡρα-]
κλείδου ἣν ἄλλην ἔχω περὶ τὴν προκειμένην Ὦφιν ἐκ τοῦ Πυρρίου Ἀλλοῦ σὺν τῷ Τρύφωνο[ς] ἄρουρα[ν μίαν . ὅ]σα δʼ ἐὰν ἀπολίπω ἔπιπλα κ[αὶ] σκε[ύη κ]αὶ ἐνδομενείαν καὶ ὀφειλήματα ἔνγραφα κ[αὶ ἄγραφα καὶ ἄλλα πάντα εἶναι Ψενήσιος τοῦ καὶ Εἰσίωνος Πτολεμαίου - ca.15 -]
μου εὐνοι(*)κῶς πρός με διακειμένω(*) καὶ πολλά μοι παρεχομένου, ἐὰν ζῇ, εἰ δὲ μή, τοῦ προγεγραμμέ[νου] μου υἱοῦ Πτο[λ]εμαίου. ἐὰν δὲ ε  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣]  ̣η τῷ αὐτῷ Ψενήσει τῷ καὶ Εἰσίωνι τελευτη[⁦ -ca.?- ⁩ τὴν καρπείαν καὶ τὴν ἐνοίκησιν καὶ τὰ ἐνοίκια τῶν ὑ-]
15παρχόντων μοι πάντων μετὰ τὰ ὑπὲρ τῶν ἐδαφῶν δημόσια. καὶ ἀφʼ οὗ ἐὰν ὁ Ψενῆσις ὁ καὶ Εἰσίων τελευτήσῃ ἕξει ἡ θυγάτηρ Βερενίκη [μόνη ἐφʼ ὅσο]ν ζῇ τὴν ακαρπείαν(*) μετὰ τὰ δημό[σ]ι[α] καὶ [τῆς διατεταγμένης τῷ υἱῷ αὐτῆς Εἰσίωνι ἀρούρης μιᾶς . ἐὰν δὲ καὶ Πτολεμαίου(*) καὶ Ἰσιδώρᾳ τῇ]
καὶ Ἀπολλωναρίου(*) συμβῇ ἀτέκνοι<ς>(*) τελευτῆσαι, ἔστω(*) ἃ ἐὰν ἀπολίπῃ ἀπὸ τῶν ἐμῶν ἐπὶ μὲν τοῦ Πτολ[ε]μα[ί]ου ἀμφοτέρων τῶν θυγατέρων Βε[ρ]εν[ίκης καὶ] Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου κοι[ν]ῶς ἐξ ἴσ[ου, ἐπὶ δὲ τῆς Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου Βερενίκης μενούσης τῷ Ψενήσει]
τῷ καὶ Εἰσίωνι ἐφʼ ὅσον ζῇ τ[ῆ]ς διατεταγμένης αὐτῷ ὡς πρόκειται καρπείας καὶ ἐνοικήσεως καὶ ἐν[ο]ικίων. καὶ μηδενὶ ἐξεῖναι παραβαίνε[ιν](*) [τι τ]ῶν ὑπʼ ἐμοῦ διατεταγμέν[ων, τὸν δὲ παραβησόμενον ἀποτίνειν τῷ ἐμμένοντι τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου]
δραχμὰς χειλίας(*) καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧττον. ἄλλῳ γὰρ οὐδενὶ οὐδὲ ἓν ἐκ τῶν ἐμῶν [κ]αταλείπω. ἡ διαθήκη κυρία. Τα[αρπαῆσι]ς ἡ καὶ Ἰσιδώρα Ἀπολλωνίου τ[οῦ Ἀπολλωνίου πεποίημαι τὴν] δια[θήκην καὶ κατλείπω μετὰ τὴν τελευτὴν κληρονόμους τὰ τέκνα μου]
Πτολεμα[ῖον] καὶ Βερ[ε]νί[κ]ην καὶ Ἰσιδώραν(*) τὴν κα[ὶ] Ἀπολλωνάρι[ο]ν, τὸν μὲν Πτολεμαῖον ἀφʼ ὧν ἔχω οἰκ[οπέ]δων ἐν Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου [Νότου Δρόμ]ου οἰκίας καὶ αἰθρίου καὶ α[ὐλῆς καὶ χρηστηρίων καὶ εἰσόδων] καὶ ἐξ[όδων καὶ ἐν κώμῃ Φοβοοῦ ἐν τοῖς ἀπὸ λιβὸς ἐπὶ βορρᾶ μέρεσι ψειλῶν](*) [τόπων]
20περιτε[τει]χισμένων καὶ τετάρτου μέρους παραδείσου καὶ τῶν ἐνόντων φοινίκων καὶ φυτῶν καὶ φρέατος ἐξ ὀπτῆς πλίνθου καὶ χρηστηρίων [καὶ ἀνηκόν]των πάντων καὶ εἰσόδων κ[αὶ ἐξόδων καὶ ἐν τοῖς κατὰ μέσον] μέρεσι τῆ[ς αὐτῆς κώμης πατρικοῦ μου ψειλοῦ(*) τόπου περιτετειχισμένου ἐν ᾧ]
οἶκος καὶ αὐλὴ καὶ εἰσόδων καὶ ἐξόδων καὶ περὶ τὴν αὐτὴν Φοβοοῦ ἐκ τῆς Ἐτεάρχου παρειμένης ἐν μιᾷ σφραγεῖδι(*) σειτικῶν(*) ἀρουρῶν τριῶν τετάρτο[υ ὀγδόου ἑκ]καιδεκάτου καὶ ἐκ τοῦ Ἀπολλ[ωνίου Λυκίου ἀρούρης μιᾶς ἡμίσου]ς τετάρτου ὀ[γδόου δυτριακοστοῦ καὶ περὶ Ὦφιν ⁦ -ca.?- ⁩ ἀρουρῶν ⁦ -ca.?- ⁩]
ἥμισυ(*) τέταρτον(*) ἑκκαιδεκατον(*) δυτριακοστον(*) τετρακαιεξηκοστον(*) καὶ περὶ Ποσομποῦς Ἀριστομάχου ἐν μιᾷ σραγεῖδι(*) σειτικῶν(*) ἀρουρῶν τεσσάρων καὶ ἐν ἑτέρᾳ κοίτῃ μητρικοῦ ἀρούρης μ[ιᾶς · τὴν δὲ Βερενίκην καὶ τὴν Ἰσι]δώραν τὴν κα[ὶ Ἀπολλωνάριον ἑκατέραν αὐτῶν διὰ τῆς πρὸς τὸν ἄν-]
δρα συνγραφῆς ἐφʼ οἷς περιέχει δικαίοις καὶ νῦν κοινῶς ἐξ ἴσου οὗ ἔχω πρότερον Ἡραίδος Τεῶτος καὶ ἄλλων ἐν Ὀξυρύγχων πόλει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Νότου Δρόμου ἡμίσους μέρο[υς οἰκίας καὶ αἰθρίου κα]ὶ χρηστηρίων [καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν κώμῃ Φοβοοῦ ἐν τοῖς ἀπηλιώτου μέρε-]
σ[ι π]ατρικοῦ μου ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς καὶ εἰσόδων καὶ ἐξ[ό]δων. καταλείπω δὲ κα[ὶ] τῷ τῆς ἑτέρας τῶν θυγατέρων Βερενίκης υἱῷ Εἰσίωνι Ἡ[ρα]κλείδου ἣν [ἔ]χω περὶ τὴν Ὦφιν [ἐκ τοῦ Πυρρίου Ἀλλοῦ σὺν τῷ Τρύφω]νος ἄρουραν μία[ν . ὅσα δʼ ἐὰν ἀπολίπω ἔπιπλα καὶ σκεύη καὶ ἐνδομενείαν καὶ ὀφειλήμα-]
25τ[α κ]αὶ ἄλλα πάντα εἶναι Ψενήσιος τοῦ καὶ Εἰσίωνος Πτολεμαίου, ἐὰν ζῇ, εἰ δὲ μή, τοῦ αὐτοῦ υἱοῦ μου Πτολεμαίου. ὁ δʼ αὐτὸς Ψενῆσις ὁ καὶ Εἰσίων κατέξει(*) ἀφʼ οὗ ἐὰν τελευτήσω ἐφʼ ὅσον ζ[ῇ τὴν καρπείαν καὶ τὴν ἐνοίκησιν] καὶ τὰ ἐνοίκια τ[ῶν ὑπαρχόντων μοι πάντων μετὰ τὰ ὑπὲρ τῶν ἐ-]
δαφῶν δημόσια, καὶ ἀφʼ οὗ ἐὰν τελευτήσῃ ὁ Ψενῆσις ὁ καὶ Εἰσίων ἕξει ἡ θυγάτηρ Βερενίκη ἐφʼ ὅσον ζῇ τὴν καρπείαν μετ[ὰ] τὰ δημόσια καὶ τῆς διατεταγμέ̣νης τῷ [υἱῷ] αὐτῆς Εἰσίωνι ἀρ[ούρης μιᾶς . ἐὰν δὲ καὶ] Πτολεμαίου(*) καὶ [Ἰσιδώρᾳ τῇ καὶ Ἀπολλωναρίου(*) συμβῇ ἀτέκνοις τελευτῆσαι ἔστω]
ἃ ἐὰν ἀπολίπῃ ἀπὸ τῶν ἐμῶν ἐπὶ μὲν τ[ο]ῦ Πτολεμαίου ἀμφοτέρων τῶν θυγατέρων Βερενίκης καὶ Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου ἐξ ἴσου, ἐπὶ δὲ τῆς Ἰσιδώ[ρ]ας τῆς καὶ Ἀπολλω[ναρίου Βερενίκης μενούσης] τῷ Ψεν[ήσει τῷ καὶ Εἰσίωνι ἐφʼ ὅσον ζῇ τῆς διατεταγμένης αὐτῷ ὡς πρόκειται καρπεί-]
ας καὶ ἐνοικήσεως καὶ ἐνοικίων. εὐδοκῶ [τ]οῖς ἄλλοις τοῖς προκειμένοις. εἰμὶ δὲ ὡς (ἐτῶν) νθ ο(ὐλὴ) ταρσῷ δεξ(ιοῦ) ποδὸς καὶ ἔσ(τι) μου ἡ σφραγὶς Ἀφροδείτης(*). Ἀπόλλων Ἀπολλωνίου μητρὸς Διο[γενίδος ὁμοπάτριος ἀδελφὸς τῆς προ]γεγρ[αμμένης ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ εἰμὶ ὡς (ἐτῶν)   ̣  ̣ ο(ὐλὴ) ⁦ -ca.?- ⁩. Θέων]
Ὀννώφριος τοῦ Θώνιος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα καὶ εἰμὶ ὡς (ἐτῶν) νγ ο(ὐλὴ) ποδὶ ἀριστερῷ. Παποντῶς Ἀβ̣α̣ῦ τοῦ Ἀπολλωνίου ἀνεψιὸς τῆς προκεκραμμενος(*) Τααρπαή[σιος τῆς καὶ Ἰσιδώρας μαρτυρῶ τῇ διαθήκῃ αὐτῆς καὶ εἰμὶ ὡς (ἐτῶν)   ̣  ̣ ο(ὐλὴ) ⁦ -ca.?- ⁩ καὶ ἔστι]
30μου ἡ σφραγὶς Ἄπιδος. Διονύσιος ὁ καὶ Ἰσίδωρος Κορίνθου μητρὸς Διογενίδος ἀπʼ Ὀξυρύγχων πόλεω[ς] μαρτυρῶ τῇ τῆς(*) Τααρπαήσιος τῆς κα[ὶ Ἰ]σιδώρας διαθήκ[ῃ καὶ εἰ]μ[ὶ ὡ]ς (ἐτῶν) κδ ἄσημ[ος καὶ ἔστι μου ἡ σφραγὶς ⁦ -ca.?- ⁩. Ἀπολλώνιος Ὥρου τοῦ Ἀπολλωνίου μαρτυ-]
ρῶ τῇ τῆς ἀνεψιᾶς μου Τααρπαή[σ]ιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς (ἐτῶν) μα ο(ὐλὴ) ὀφρύσι ἀμφοτέραις καὶ ἔστι μ[ο]υ ἡ σφραγὶς προτομὴ Ἡφαίστου. Δ[ιογ]ένης μητρὸς Ἡραίδ[ος ἀπὸ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς (ἐτῶν)   ̣  ̣ ο(ὐλὴ) ⁦ -ca.?- ⁩]
καὶ ἔστιν μου ἡ σφραγὶς προτομὴ Ἄμμωνος. Ἡρακλείδης Ἀπίωνος τοῦ Ἀπίωνος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς κ[αὶ] Ἰσιδώ[ρας] διαθήκῃ καὶ εἰμὶ ὡς [(ἐτῶν)   ̣  ̣ ο(ὐλὴ) ⁦ -ca.?- ⁩ καὶ ἔστι μου ἡ σφραγὶς ἴβιος. ⁦ -ca.?- ⁩ μαρτυρῶ τῇ τῆς Τααρπαήσιος]
τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς (ἐτῶν) ξ ο(ὐλῆ) γαστροκνημίᾳ δεξιᾷ καὶ ἔστι μου ἡ σφραγὶς Ἁρποχράτου. ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιαν[ο]ῦ Ἁδριανοῦ Σεβαστοῦ [μηνὸς Καισαρείου ἐπαγομένων νεομηνίᾳ ἐν κώμῃ Πιμ ⁦ -ca.?- ⁩ διαθήκη Τααρπαήσιος τῆς καὶ]
Ἰσιδώρας Ἀπολλωνίου μητρὸς Τσεναμούνιος ἀπʼ Ὀξυξύγχων πόλεως.
35(hand 2) Διογένης μητρὸς Ἡραίδος ἀπὸ Ὀξυρύγχων πόλεως ἐπέγνων ἣν ἐπέθηκα σφρα[γι]δαν(*) τῇ ἐνθάδε ἐν καταχωρισ[μ]ῷ οὔσῃ [δ]ιαθήκῃ αὐθε[ντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ]
ἐσφράγισα σφραγῖδι ἐχούσᾳ(*) γλύμα(*) προτομὴ Ἄμμωνος. (hand 3) Ἡρακλείδης Ἀπίωνος ἀπʼ Ὀξυρύγχων πό[λ]εως ἐπέγνων ἣν ἐπέθηκα σφραγιδαν(*) τῇ ἐνθάδε ἐ[ν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀν-]
τίγραφον τὸ προκείμενον καὶ ἐσφ[ρ]άγεισα(*) σφραγεῖδι(*) ἐχούσῃ γλύμμα ἴβιος. (hand 4) Θέων Ὀννώφρι[ο]ς \ἀπʼ Ὀξυρύγ[χων πόλεως]/ φίλος Ἀ[πολ]λωνίου Ὥρου μαρτυρήσαντος τῇ [τῆς Ταα]ρπαήσιος τῆς κα[ὶ Ἰσιδώρας διαθήκῃ ἐπέγνων ἣν ἐπέθηκε σφραγῖδα τῇ ἐνθάδε ἐν καταχωρισμῷ]
ο[ὔ]σῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γ[ρα]φεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντί[γρα]φον τὸ προκείμεν[ον] καὶ ἐσφράγι[σα σφρ]αγεῖδι(*) ἐχούσῃ [γ]λύ[μ]μα Ἡφαίστου. (hand 5) [  ̣  ̣  ̣  ̣  ̣ χρ]ηματίζων [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ φίλος Παποντῶτος Ἀβαῦ τοῦ]
[Ἀπο]λ[λ]ωνίου μαρτυρήσαντ[ο]ς τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρα[ς δ]ιαθήκῃ καὶ   ̣  ̣  ̣  ̣[  ̣  ̣]  ̣  ̣ αὐτῇ ὄντος [ἐπέγ]νων ἣν ἐπ[έθηκε σφραγῖδα] τ[ῇ ἐνθάδε ἐν κ]α̣τ̣α̣χ̣[ω]ρ̣[ισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐσ-]
40[τιν ἀ]ν[τ]ίγραφον τὸ προκείμ[ενον κ]αὶ ἐσφράγισα σφραγεῖδι(*) ἐχούσῃ [γλ]ύμμα Σαράπιδος. (hand 6) π̣α̣ρ̣ε̣τ̣έ̣θ̣[η (ἔτους)   ̣  ̣ Αὐτοκράτορος] Καίσαρος [- ca.25 - Πα]χ̣ὼ̣ν̣ [⁦ -ca.?- ⁩]

Apparatus


^ 7. corr. ex
^ 7. l. ψιλῶν
^ 8. l. ψιλοῦ
^ 8. l. σφραγῖδι
^ 9. l. σιτικῶν
^ 9. l. δυοτριακοστοῦ
^ 9. l. [δυοτριακοστοῦ]
^ 10. l. σφραγῖδος
^ 11. corr. ex παρι
^ 14. ευνοϊκωσ papyrus
^ 14. l. διακειμένου
^ 15. l. καρπείαν
^ 16. l. Ἀπολλωναρίῳ
^ 16. corr. ex ατεκνω
^ 16. corr. ex εσται
^ 17. corr. ex παραβηνε[ιν]
^ 18. l. χιλίας
^ 19. corr. ex
^ 19. l. ψιλῶν
^ 21. l. σφραγῖδι
^ 21. l. σιτικῶν
^ 22. l. ἡμίσους
^ 22. l. τετάρτου
^ 22. l. ἑκκαιδεκάτου
^ 22. l. δυοτριακοστοῦ
^ 22. l. τετρακαιεξηκοστοῦ
^ 22. l. σφραγῖδι
^ 22. l. σιτικῶν
^ 25. l. καθέξει
^ 26. l. Πτολεμαίῳ
^ 28. l. Ἀφροδίτης
^ 29. l. προγεγραμμένης
^ 30. corr. ex δησ
^ 35. l. σφραγῖδα
^ 36. l. ἐχούσῃ
^ 36. l. γλύμμα
^ 36. l. σφραγῖδα
^ 37. l. ἐσφράγισα
^ 37. l. σφραγῖδι
^ 38. l. σφραγῖδι
^ 40. l. σφραγῖδι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: sb.10.10756 [xml]

IV spc ?
[Reprinted in: p.koeln.2.100] PKoeln 2,100

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: sb.10.10500 [xml]

IV spc? ?

(l)


[Reprinted in: p.koeln.2.100] PKoeln 2,100

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.