DDbDP transcription: psi.5.499 [xml]
257/256 BC Philadelphia
r
Πανακέστωρ Ζή[νωνι χ]αίρειν. ἐ̣κομισάμην τὴν παρά σου ἐπιστολήν,
ἐν ἧι ἔγραψας ἀπεσταλκέναι τὰ φυτ̣ά. γίνωσκε οὖν εὐθέως τῆι κθ ἀνα-
κεκομισμένα ὑποζυγίοις κ, τὰ δ̣ὲ λοιπὰ ἀνάξομεν τῆ[ι] ̣ [πά]ν̣τα.
κ[α]λ̣ῶ̣ς̣ ο̣ὖ̣ν̣ [ποι]ήσεις καὶ χ[α]λκὸν ἀπο[σ]τείλας· ἐγλέλοιπε γὰρ ἡμᾶς, καὶ οὐχὶ
5ἔχομεν χορηγεῖν οὔτε εἰ[ς τ]ὴν φυτε[ί]αν τοῦ κρότωνος καὶ τοῦ σησάμου
οὔτε εἰς τὴν ξυλοκοπίαν \[οὔτ]ε εἰς τὴν τοῦ σίτου κατακομιδήν/. σπούδασον δὲ καὶ κράδας ἀποστεῖλαι τῶν συκῶν,
ἵνα {ινα} μοσχεύσωμεν. παραγενοῦ δὲ καὶ αὐτὸς καὶ μὴ ἄλλως ποιήσηις.
ἔρρωσο(*). (ἔτους) κθ, Χοίαχ λ. v
(ἔτους) κθ, Περιτίου.
10Πανακέστωρ. φυτῶν.
10Ζήνωνι

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.