DDbDP transcription: psi.5.514 [xml]
252/251 BC Philadelphia
r
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ὁ βασιλεὺς περὶ τῶν
εἰς τὰ στεφανηφόρια ξενίων πλεονάκις προστέτα[χε]ν̣
ἐπιμελέστερον. νύκτα οὖν ἡμέραν ποιούμενος
κατάπεμψον τὰ διαγραφέντα ἐχ(*) Φιλαδελφείας·
5καὶ σπούδασον μάλιστα μὲν πρὸ πλείονος, εἰ δὲ μή,
τό γʼ ἐλάχιστον πρὸ τριῶν ἡμερῶν \ἐν Ἀλεξανδρείαι καταστ[ῆναι (?)]/, ἵνα μὴ καθυστερῆ[ι]
τοῦ καιροῦ, καὶ ταῦτα τῆς χρείας οὕτως ἀναγκαίας οὔσ[ης].
εὐθέως δὲ τούτων ἐχόμενα κατάπεμψον τὰ ἐπι-
σταλέντα εἰς τὰ γενέθλια τοῦ βασιλέως, εἰς ὃν καιρὸν
10ἐγράψαμεν ἐν ταῖς πρότερον ἐπιστολαῖς.
ἔρρωσο. (ἔτους) λδ, Περιτίου κη, Φαμ[ενὼθ] γ(*) v
(ἔτους) λδ, Φαμενὼθ ζ.
[πα]ρʼ Ἀπολλωνίου δ(ιοικητοῦ)
[ ̣ ̣ ̣] ̣ ̣ ̣ ̣νηφο̣
15[ ̣ ̣ ̣] γενέθλια τοῦ βα(σιλέως).
Ζήνωνι

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.