Papyri.info

sign in

p.oslo.2.40a = HGV P.Oslo 2 40 A = Trismegistos 21517 = oxford-ipap.apis.1662



DDbDP transcription: p.oslo.2.40a [xml]

AD 150 Oxyrhynchus

1,A
[Πτολεμαῖος Ἀπίωνος τοῦ Ἀπίωνος μητρὸς Σαραποῦτος ἀπʼ Ὀξυρύγχων]
[πόλεως Πέρσης τῆς ἐπιγονῆς Ἀπίωνι τῷ καὶ Πετοσοράπει Πετοσοράπιος]
[τοῦ Πετοσοράπιος τῶν κεκοσμητευκότων τῆς αὐτῆς πόλεως χαίρειν.]
[ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἀργυρίου Σεβαστοῦ νομίσματος]
5[δραχμὰ]ς̣ ἑ̣ξ[ακοσίας κεφαλαίου αἷς οὐδὲν προσῆκτ]αι τόκου δ̣[ραχμιαίου ἑκάστης μνᾶς]
[κατὰ μ]ῆνα [ἕκα]σ̣τ̣ο̣ν [ἀπὸ τοῦ ἐνεστῶτος μ]η̣ν̣ὸ̣ς Φ[αρμοῦθ]ι. ἀποδώσω [δέ σοι τὸ κ]εφάλαιον
[σὺν τοῖς] τόκο̣[ις] τ̣ρ̣[ιακάδι Μεσορὴ τοῦ ἐ]ν̣εστῶτος τ̣[ρισ]κ̣αιδεκάτου ἔ[τους Ἀν]τωνείνου Καίσαρος
[τοῦ κ]υρίου χ̣[ωρὶς ὑπερθ]έσεως. ἐὰν δὲ μ[ὴ ἀπ]οδῶ, συνχωρ[ῶ] μ̣ένειν περὶ σὲ καὶ
[τοὺς] π̣αρὰ σοῦ μετα[λημ]ψομένους ἀντὶ τ[οῦ] κ̣εφαλαίου καὶ τῶν τόκων τὴν κρά-
10[τησιν] κ̣αὶ κυρείαν(*) τ̣ῆ̣[ς ὑπα]ρχούσης μοι δούλ[ης] Ἰσαροῦτος ὡς ἐτῶν ἐννέα ἀσυκο-
[φαντ]ήτου [πλ]ὴ̣ν̣ ἱ̣ε̣ρ̣[ᾶς ν]όσου καὶ ἐπαφῆς κα[ὶ τάξ]ασθαι ἐὰν ἀφῇ τὰ ὑπὲρ ταύτης τέλη καὶ
[δεσ]πόζειν αὐ[τ]ῆς καὶ τ[ῶν ἀ]π̣ὸ τοῦ νῦν ἐσομέν[ω]ν ἐξ αὐτῆς ἐκγόνων ὡς ἐὰν πράσεώς
[σοι γε]νομένης καὶ τὰ περ[ι]εσόμενα ἀ[π]οφέρεσθα[ι κα]ὶ ἑτέροις πωλεῖν καὶ χρᾶσθαι ὡς ἐὰν αἱρῇ
[μηδ]εμιᾶς [ἐμ]οὶ ἐφόδου καταλε̣ι̣πομένη[ς]. παρέξομαι δὲ σοὶ καὶ τοῖς παρὰ σοῦ τὴν
15[δούλ]ην καὶ τὰ ἐσόμενα ἀπὸ τοῦ νῦν ἔκγο[να] βέβαια πάσῃ βεβαιώσει οὐκ ἐξόν-
[τος] μοι, \ἐ/ὰν μ̣ὴ̣ πρότερον ἀποδῶ τὰς δραχμὰς ἑξακοσίας καὶ τοὺς τόκους, πωλεῖν
[οὐδὲ] ὑ̣π̣ο̣τ̣ί̣θε̣σ̣θ̣αι οὐδʼ ἄλλως καταχρηματίζειν τὴν δούλην Ἰσαροῦν οὐδὲ τὰ ἐσόμενα
[ἐξ αὐ]τῆς ἔκγονα ἐκλογῆ̣ς σοι οὔσης̣ μὴ δικαι[ο]πραγουμένῳ ἐὰν αἱρῇ μετὰ τὸν χρό-
[νον] κυριεύειν τῆς δούλης καὶ τῶν ἐσομένων ἐκγόνων ἀντὶ τῶν δραχμῶν
20[ἑξακ]ο̣σίων καὶ τ̣ῶ̣ν τόκων ἢ τὴν π̣ά̣ντων κα[ὶ] τῶν καὶ τοῦ ὑπερπεσόντος χρόνου
[δραχ]μιαίων τόκων πρᾶξιν ποιεῖσθαι ἔκ τε ἐμ[ο]ῦ καὶ ἐκ τῆς δούλης Ἰσαροῦτος καὶ τῶν
[ἐκγό]νων ἐξ αὐτῆς ἐσομένων καὶ ἐκ̣ [τῶ]ν̣ ἄλλων̣ ὑπαρχόντων μοι πάντων. δρασμὸς
[δὲ ἢ θά]νατος ἢ [σί]νος ἐὰν συμβῇ τ[ῆς] αὐτῆς Ἰσα[ρο]ῦτος καὶ τῶν ἐσομένων ἐκγόνων
[οὐδὲν] βλάβο[ς ἐ]ξακολουθή̣σει τ[ῷ αὐτῷ κεφ]α̣λαίῳ κ̣α̣ὶ̣ τοῖς τόκοις οὐδὲ μέρει δ̣ιὰ [τὸ] εἶναι
25[πάντα ἀ]κίνδυν[α] παντὸς κ̣ινδ̣ύ̣ν[ο]υ. [κύρ]ι̣ον τὸ ἰδ[ι]όγραφόν μου χειρόγραφον ὅπερ
[δισσὸν ἔ]γραψα. ἔτους τρισκαιδεκάτ[ου](*) Αὐτοκρά̣[το]ρ̣ος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ
[Ἀντων]ίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαρμ̣[ο]ῦθι ιθ.

Apparatus


^ 1,A.10. l. κυρίαν
^ 1,A.26. l. τρεισκαιδεκάτ[ου]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.