Papyri.info

sign in

p.oslo.2.40b = HGV P.Oslo 2 40 B = Trismegistos 21518 = oxford-ipap.apis.1662



DDbDP transcription: p.oslo.2.40b [xml]

AD 150 Oxyrhynchus

1,B
[Πτολεμαῖος] Ἀπίωνος τοῦ Ἀπίωνος μητ[ρὸς Σ]αραποῦτος ἀπʼ Ὀξυρύγχων πόλεως
[Πέρσης τῆς ἐ]π̣ι̣γ̣ο[νῆς] Ἀ̣πίωνι τῷ καὶ Πετοσ̣[οράπ]ει Πετοσοράπιος τοῦ Πετοσοράπιος
30[τῶν κεκοσ]μ̣ητευκότων τῆς αὐτῆς π̣[ό]λε̣[ως χαί]ρειν. ὁμολογῶ ἔ̣χειν παρὰ σοῦ διὰ
[χειρὸς ἀργυρίο]υ̣ Σεβαστοῦ νο̣μίσματος δραχ[μὰς] χειλίας(*) τετρακοσίας κεφαλαίου αἷς
[οὐδὲν προσῆκτ]α̣ι τόκου δραχμιαίου ἑκάστης̣ [μνᾶ]ς κατὰ μῆνα ἀπὸ τοῦ ἑξῆς μηνὸς
[Θώθ. ἀποδώσ]ω̣ δὲ σοὶ τὸ̣ν μὲν τόκον κατὰ̣ [μῆν]α, τῆς πίστεως περὶ σὲ οὔσης περὶ
[ὧν ἐὰν μὴ ἐπιφ]έρ̣ω̣ σο[υ] γράμματα, τὸ δὲ κεφ̣[ά]λαιον τριακάδι Μεχεὶρ τοῦ ἰσιόντος(*)
35[τεσσαρεσκαιδ]ε̣κ̣ά̣τ̣ο̣[υ ἔτου]ς Ἀντωνίνου Καίσαρ̣[ο]ς τοῦ κυρίου χωρὶς ὑπερθέσεως.
[ἐὰν δὲ μὴ ἀπο]δ̣ῶ̣, συνχωρῶ̣ μένειν περὶ σὲ κα[ὶ] τοὺς παρὰ σοῦ μεταλημψομένους
[μετὰ(?) τὴν τοῦ κ]ε̣φαλαίου προθεσμίαν, ἀνθʼ οὗ̣ ἐὰν μὴ ἀ̣π̣ο̣δῶ, τὴν κράτησιν
[καὶ κυρίαν εἰς τὸ]ν̣ [ἀε]ὶ̣ χ̣ρ̣ό̣[ν]ον τοῦ ὑπάρχοντό̣ς μοι ἐπʼ ἀμφό̣δου δεκάτης ἡμίσους
[μέρους πα]τ̣ρ̣ικῆς οἰκ̣[ί]α̣ς καὶ αἰθρίου καὶ αὐλῆ̣ς καὶ χρηστηρίων καὶ εἰσόδων κ̣αὶ
40[ἐξόδ]ων π̣α̣[σῶν], ἧ̣ς γείτον[ε]ς νότου πρότερον Οὐα̣λεντίας, βορρᾶ πρότερον Σαρᾶς Πτολε-
[μαίο]υ̣, ἀπηλιώτου δημοσία ῥύμη, λιβὸς Ἀθη̣ναίου, καὶ τάξασθαι τὰ ὑπὲρ τούτου
[τέλ]η̣ καὶ δεσπόζειν αὐ̣τ̣οῦ ὡς ἐὰν πράσεώς σοι γ̣ενομένης καὶ τὰ περιεσόμενα
[ἀποφ]έρεσθαι καὶ̣ ἑ̣τέροις πωλεῖν καὶ χρᾶσθαι ὡς̣ ἐὰν αἱρῇ μηδεμιᾶ̣ς μοι ἐφόδου κατα-
[λειπο]μ̣ένης. πα̣ρέξομαι [δ]ὲ̣ σοὶ καὶ τοῖς παρὰ σοῦ τὸ αὐτὸ ἥμισυ μέρος τῆς οἰκίας καὶ
45[αἰθρίο]υ καὶ αὐλῆ̣ς̣ βέβ̣αιον ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπὸ ἀπογραφ̣ῆς
[πάσης] καὶ ἀπὸ γ̣[ε]ω̣ργίας βασ[ι]λικῆς καὶ οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς
[οὑτινοσ]οῦν ἄλλο[υ], οὐκ ἐξόντ̣[ο]ς μοι ἐὰν μὴ πρότερον ἀποδῶ τὰς δραχμὰς χειλίας(*) τετρα-
[κοσίας] καὶ τοὺς̣ τόκους πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐδʼ ἄλλως καταχρηματίζειν
[τὸ ἥμι]σ̣υ μέρ[ος] τῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς οὐδὲ ἀπογράψασθαί τινα ἐπὶ τοῦτο,
50[ἐξόντο]ς σοι διὰ σ̣ε̣αυτοῦ ἀπὸ τοῦ νῦν ὁπότε ἐὰν αἱρῇ κατασχεῖν τὸ \α/ὐτὸ διὰ τῆς
2,B
[  ̣  ̣  ̣]
ν̣ε̣  ̣[- ca.22 - τὸ ἥμισυ]
55μέρο[ς τῆς οἰκίας καὶ αἰθρίου] καὶ [αὐλῆς]
ἀντὶ τῶν̣ [δραχ]μ̣ῶν χειλ[ί]ων(*) τετρα[κοσίων]
καὶ ὧν ἐ̣[ὰν μ]ὴ̣ ἀποδῶ τόκων ἢ τὴ̣[ν] τ̣ῶν
ὀφειλομ[έν]ω̣ν καὶ τῶν καὶ τοῦ ὑπερπεσόντος
χρόνου δραχμιαίων τόκων ἐκάστης μνᾶς κα-
60τὰ μῆνα πρᾶξιν ποιεῖσθαι ἔκ τε ἐμοῦ καὶ
ἐκ τοῦ ἡμίσ̣ους μέρους τῆς οἰκίας καὶ αἰ-
θρίου καὶ αὐλ̣ῆ̣ς καὶ ἐκ τῶν ἄλλων ὑπαρχόν-
των μοι πά̣ν̣των, μὴ ἐλαττουμένου σου
τοῦ Ἀπίωνος τοῦ καὶ Πετοσοράπιος ἐν
65τῇ πράξει ὧν ἄλλων ὀφείλω σοι κάτʼ(*) ἕτερον
χειρόγραφον δι̣σσ̣ὸν δραχμῶν ἑξακοσίων
κεφαλαίου καὶ τῶν τούτων ἀπὸ τοῦ ἐξ̣ῆς
μηνὸ[ς] Θὼθ̣ τόκων ἐπὶ κυρίᾳ δούλης
μου Ἰσαροῦτος ὃ καὶ εἶναι κύριον {κύριον}
70τὸ ἰδ̣ιόγραφ̣όν μου τοῦ Πτολεμαίου
χειρόγραφο̣ν ὅπερ δισσὸν ἔγραψα. ἔτους
τρισκαιδεκά̣τ̣ο̣υ(*) Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς, Μεσορὴ ἐπαγομένων γ.
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 1,B.31. l. χ̣ιλίας
^ 1,B.34. l. εἰσιόντος
^ 1,B.47. l. χιλίας
^ 2,B.56. l. χιλίων
^ 2,B.65. l. καθʼ
^ 2,B.72. l. τρεισκαιδεκάτου

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.