DDbDP transcription: p.oxy.62.4335 [xml]
AD 128 Oxyrhynchus
Διονύσιος Διογ̣έν⟦ε⟧ους τ[ο]ῦ Θέω[νο]ς Εἰρηνοφυλάκιος
ὁ καὶ Ἀλθαιεὺς Ἀττίωι Ἀττίου τοῦ καὶ Ἀπολλωνίου
ἀπ̓ Ὀξυρύγχων πόλεως χαίρειν. ἀπέχ̣[ω] παρὰ σοῦ
τὸ ἐπιβάλλον σ⟦υ⟧\οι/ ἥμισυ μέρος τοῦ τ̣οῦ διελθόν-
5τος δωδεκάτου ἔτους Ἁδριανοῦ Καίσ[αρο]ς τοῦ κυρίου
ἀργυρικοῦ φόρου ὧν ἐγεώργησας σὺν [Ἀπο]λλωνί⟦ου⟧ \ῳ/
Ἐπαφροδίτου κατὰ μίσθωσιν πρότε[ρο]ν Διονυσίας
Ἡρακλείδου καὶ τοῦ πατρὸς αὐτῆς π̣[ερὶ Πα]ῶ̣μιν ἀ-
ρουρῶν πεντήκοντα καὶ τῆς π̣λ̣εί̣ω̣ν̣ ἐ̣κ̣ γ̣εωμε-
10τρίας εὑρεθείσης ἀρούρης μιᾶς τετάρτου ὀγδόου
ἀγορασθεισῶν ὑπ̓ ἐμοῦ ὁμοῦ ἑτέραις ἀρούραι̣[ς] παρὰ
τῶν προγεγραμμένων, ἔτι δὲ καὶ τὸ κατὰ σ̣ὲ̣ ἥμι-
συ μέρος τῶν διὰ τῆς μισθώσεως σπονδῆς ὀκτώ ,
τοῦ δὲ ὅλου φόρου ὄντος ὡς τῆς ἀρούρης δραχμῶν
15εἴκοσι ὀκτώ , καὶ ο̣ὐδέν σ[ο]ι ἐγκαλῶ περὶ οὐδε[ν]ὸ̣ς ἁ-
πλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας. κυρία̣ ἡ̣ ἰδιό-
γρ̣[α]φός μου τ[ο]ῦ̣ Δ[ιο]νυσίου ἀποχή. ἔτους τρισκαιδε-
κάτου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδρ̣ι̣α̣ν̣οῦ
Σεβ̣αστοῦ, Φαῶφι τριακάδι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.