DDbDP transcription: p.oxy.14.1705 [xml]
AD 298 Oxyrhynchus
Οὐαλέριος Πετερμοῦθις στρατιώτης διʼ ἐμοῦ Αὐρηλίου Σαραπίωνος Σαραπί-
ωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμ(προτάτης) Ὀξυρυ[γ]χειτῶν πόλεως [τ]ῶν ἐ̣ξ̣ ἐφηβίας(*)
ἱ(*)ερονικῶν Αὐρηλίᾳ Εὐδαιμονίδει τῇ καὶ Ἀπολλωνίᾳ ματρώνᾳ στ[ο]λάτᾳ
χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἐντεῦθεν ὃν κἀγὼ(*) ἐώνημαι παρὰ Αὐρη-
5λίου Σαραπάμμωνος Θώνιος ἀπὸ Ὀξυρύγχων πόλεως τῷ ἐνεστῶτι ἔτι(*) μηνὶ
Μεχεὶρ η ἱστὸν ταρσικοϋφικὸν μήκους πηχῶν δέκα πλάτους πη-
χῶν ἕξ , καὶ τὴν οὖσαν ἔν[θ]α ἀπόκειται ἐξαρτίαν πᾶσαν ὁσην(*) ἐὰν ᾖ,
τιμῆς τῆς συμπεφωνημ[έν]ης πρὸς ἀλλή[λ]ους ἀργυρίου Σεβαστῶν
νομίσματος ταλάντων δύο καὶ δραχμῶν χιλείων(*) , ἅπερ αὐτόθι ἀπέσχον
10παρὰ σοῦ ἐκ πλήρους διὰ [χ]ειρός, περὶ ἧς ἀριθμήσεως ἐπερωτηθεὶς
ὑ(*)π[ὸ] σοῦ ὡμολόγησα, ὅνπερ ἱστὸν καὶ τὴν ἐξαρτίαν βαστάξεις
ἐντεῦθεν ἔνθα ἀπόκειται καὶ μετενεγ’κεῖς ὅπου ἐὰν θέλῃς ἀκωλύτως,
καὶ κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομέ-
νοις, καὶ ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ ἐκμισθοιν(*) καὶ πωλεῖν ὡς ἐὰν αἱρῇ,
15κα[ὶ] παρέξομαί σοι β[έ]βαιον διὰ παντὸς ἀπὸ πάντων
π[άσ]ῃ βεβαιώσι(*), καὶ τὸν ἐπελευσόμενόν σ[οι ἀ]ποστήσω παρα-
χ[ρῆ]μα ταῖς ἐμαυτοῦ δαπάναις, καθάπερ ἐκ δί[κης.] κυρία ἡ πρᾶσις
ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτ[η]θεὶς ὡμολόγη[σ]α. (ἔτους) ιδ
καὶ (ἔτους) ιγ τῶ[ν] κυρίων ἡμῶν Διοκλη[τ]ιανοῦ κ[α]ὶ Μαξιμιανοῦ
20Σεβαστῶν καὶ (ἔτους) ϛ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν(*) ἐπιφανεστάτων Καισάρων Ἐπεὶφ ιβ,
ὑ(*)πατείας Ἀννικίου(*) Φαύστου καὶ Οὐι(*)ρίου Γάλλου.
(hand 2) Οὐαλέριος Παθερμοῦτις διʼ ἐμοῦ Σαραπίωνος
πέπρακα τὸν ἱ(*)στὸν καὶ τὴν ἐξαρτίαν πᾶσαν,
25καὶ ἀπέσχον τὰ τῆς τιμῆς ἀργυρίου τάλαντα δύο
καὶ δραχμὰς χιλίας πλήρη, καὶ βεβαιώσω ὡς
πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.