DDbDP transcription: p.oxy.19.2234 [xml]
AD 31 Oxyrhynchus
Κυ[ίντ]ω̣ι Καίωι Πάσσερι ἑ̣κατοντάρχηι
παρὰ Ἕ̣ρ̣[μ]ωνος τοῦ Δημητρίου. ὑπάρχει μοι πε-
ρὶ κώμην Τῆιν τῆς Θμοισεφὼι τοπαρχίας τοῦ
Ὀξυρυγχείτου παππ̣ικὸς πατρικὸς κλῆρος Δρύ-
5ου λεγόμενος, ἐν [ὧ]ι δημόσιον χῶμα καὶ λάκ-
κος κατ̣ὰ μέσον τῶν ἡμετέρων καὶ ναύβια
καὶ ἕτερα ὑπέρ τ̣ε πάντων τελῶν τὰ καθή-
κοντα δημόσια, καταβιαζόμενος(*) δὲ καὶ συν-
αρποζόμενος(*) ὑπ̣ὸ ἁλιέων Παύσιος καὶ {Π}
10Παψιοῦτο̣ς καὶ τοῦ ἀδελφοῦ καὶ Καλεοῦς καὶ
Μέλανος καὶ Ἀττίνου καὶ Πασόιτος καὶ τῶν
σὺν αὐ[τ]ο̣ῖς οὐκ ὄν̣τ̣ων ὀλίγων. ἐπαγαγόν-
τες καὶ Τίτιον στ̣ρ̣ατιώτην μετὰ πολλῶν
λίν̣ων καὶ ξυ̣στρῶν ἐπελθόντες ἐπὶ τὸν
15ἡμέτ[ε]ρ̣ον λάκκον μετὰ κολλορόβων ἡλί-
ευσαν καὶ ἀνέσπασαν ἰχθ̣[ῦ]ν ἄξιον ἐπὶ τὸ
α̣ὐ̣τ̣ὸ̣ [ἀ]ργυρίου (τάλαντον) α, κ[α]ὶ̣ λογοποιουμένου
μου [αὐτοῖς] ἔ̣γ̣γισαν(*) με ὡς μέλλοντές με
ἐκπ̣ο̣[ ̣ ̣]ν̣. ἐπ[ε]ὶ δὲ κατὰ πολλὰ βιάζοντά(*)
20με, τὴ̣ν ἐπί σε καταφυ̣[γ]ὴν ποιούμενος
ἀξιῶ, ἐὰ̣ν φαί̣ν̣η̣ται, ἀχθῆναι τοὺς ἐγκαλου-
μ̣ένου[ς] ἐ̣πί σε̣, ὅ̣πως ἀπ̣[ο]δῶσί μοι τὴν
τιμὴν τ̣οῦ̣ ἰχθύος̣, ὡς προ[είρ]η̣τ̣αι, εἰς δὲ τὸ μέλ-
λον ἀποσχῶνται τῶν ἡμετέρων, ἵν̣ʼ ὦ
25εὐεργε̣τ̣ημένος. διευτύχ(ει).
(ἔτους) ιζ Τιβερίου Καίσαρος Σεβαστοῦ Παχὼν ιζ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.