Papyri.info

sign in

chr.mitt.211 = HGV P.Lips. 1 9 = Trismegistos 22329 = p.lips.1.9



DDbDP transcription: chr.mitt.211 [xml]

AD 233 Hermoupolis Magna
[Reprinted from: p.lips.1.9] PLips9

βιβλ(ιοφύλαξιν) ἐγ(κτήσεων) Ἑρμ(ο)[π(ο)]λ(είτου)
παρὰ Αὐρη[λίω]ν Ἀχιλ[λ]έως τοῦ καὶ Σαπρίωνος κ[αὶ Ἥ]ρωνος κα[ὶ] Εὐδαιμονίδος τῆς καὶ Εὖ-
τος τῶν τριῶν ἀφηλίκων παίδων [Αὐρ(ηλίου)] Τ̣[ι]θ̣ο̣η̣[τίωνος τ]οῦ καὶ Σαραπάμμωνος Ἑρμίου [τ]οῦ καὶ
Ἀχιλλέως μητρὸς Α[ὐ]ρηλίας Ἀρητοῦ[τ]ο[ς] τῆ[ς] κα[ὶ Ἡ]ρωνοῦτος Ἥρωνος ἀστῆς Ἑρ̣μ̣ο̣π̣ο̣λ̣ε̣ι-
5τῶν ἀναγρα(φομένων) ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς δ̣ι̣ὰ̣ τῆ[ς] π[ρ]οκειμένης ἡμῶν μητρὸς Αὐρη[λ]ίας
Ἡρωτοῦτος τῆ[ς καὶ] Ἀρηνοῦτος οὔσης κ̣α̣ὶ̣ ἐπα̣κο̣λ̣[ο]υθητ̣ρίας συνεστῶτο[ς] αὐτῇ Αὐ[ρ]ηλίου
Ἑρμίου τοῦ καὶ [Ἀμ]ε[ρίμν]ου Ἀνουβίωνος [κ]αὶ ὡ̣ς̣ [χρη]μα[τ]ί[ζ]ει. ἀπογραφόμεθα εἰς τὸ ἐνεστὸ[ς] ιβ (ἔτος)
Μάρκου Αὐρη[λίο]υ Σ[εου]ήρου Ἀλεξά[νδρου] Καίσα[ρος] τ[οῦ] κυρίου κοινῶς ἐξ ἴσου κατὰ τὸ τ[ρ]ίτον δί-
καιον τῶν ὀφε[ιλο]μέν[ων] ὑπὸ Αὐρηλίας Κολ̣λ̣αύ̣[χιος Θαήσ]ιος Κολλο̣ύχιος ἀπὸ κώμης Μοιρῶν
10μετὰ κυρίου Σ̣α̣[ρ]ᾶ Ὥ̣ρ̣ειτος ἀπὸ τῆς αὐτῆς κώ[μης το]ῦ α[ἰτ]ηθέντος ὑπʼ αὐτῆς καὶ ἐπι̣τ̣ρ̣α̣πέν-
τος ὑπὸ [Α]ὐρηλίου [Κ]άστορος τοῦ καὶ Θαυμ̣[αστ]οῦ [ἐξ]η[γ]ητεύσαντος βουλευτοῦ τῆς [α]ὐτῆς
Ἑρμοῦ πόλεως τῷ προδεδηλωμένῳ [ἡμ]ῶ[ν] π̣α̣[τρὶ] Τιθοητίωνι τῷ καὶ Σαρ[απά]μ-
μωνι τ[οῦ] αὐτοῦ ἀμ[φ]όδου Φρουρίου Λιβ[ὸς] με[τ]ηλλαχότι ἐφʼ ἡμῖν μόνοις κληρ[ο]ν[όμοι]ς
καθʼ ἣν ἔθετο [ῥ]ωμαικὴν διαθή[κ]ην [λυθεῖσαν καὶ](*)[ μεθ]ερμηνευθεῖσαν τῷ α (ἔτει) τῆς ε[ὐτυ]χ̣εστά̣της
15ταύτης αὐτοκρατορείας Μεσορὴ κατὰ διαγρα(φὴν) τ[ελειωθεῖ]σ̣αν̣ διὰ τῆς ἐν Ἑρμοῦ πόλει μισ̣θωτῶν
τραπέζης τῷ μετὰ τὸ κε (ἔτος) Θεοῦ Σεουήρου Ἀντωνίνου Μεγάλου γ (ἔτει) μηνὶ Ἁδριανῷ κε-
φαλαίου σ[ὺ]ν τόκῳ δραχμιαίῳ εἰς ἀπόδοσιν Θ[ῶυ]θ’ τοῦ ἑξῆς ε (ἔτους) ἀργυρίου δραχμῶν ὀκτα-
κοσίων τεσσερ[ά]κοντα(*) ἐπὶ ὑπαλλάγματι κ̣α̣τὰ τὴν αὐτὴν διαγραφὴν αἷς ἐδήλωσεν
ὑπάρχειν αὐτῇ περὶ Μοιρῶν ἐκ του(*) Διονυσίου καὶ Διοκλέους κλήρων κατοικ̣[ι]καῖς
20ἀρούρα[ις τ]ρι[σὶν] οὔσαις ἐν δυσὶ κοίται[ς, ὧν μιᾶς κ]οίτης ἄρ[ο]υρ[α]ι δύο , ἑτέρας ἡ λοιπὴ ἄρ[ο]υρα
μία ἀκολούθως τῇ διαγραφῇ ἧς τὸ ἀντίγρ[α]φον ἐγλημφθὲν ἐπεσκεμμένο[ν ἀ]πὸ τοῦ
κατακε[ι]μένου ἐν [τ]αῖς παρʼ ὑμῖν ἐγκ̣τ̣ήσ̣ε̣[σι]ν̣ [εἰ]ρομ[έ]νου τραπεζει̣τ̣ι̣κ̣οῦ(*) νῦ[ν ἐ]πη-
νέγκαμ[εν ὑ]μ[ῖν σ]ὺν τῷ τῆς διαθήκης ἀντι[γ]ράφῳ ε[ἰς τὸ] τὴν παράθεσιν γενέσθ[αι]
καὶ ὀμνύομ[εν τὴν] Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξ[άνδρ]ο[υ] Καίσαρος τοῦ [κ]υρίου τ[ύχη]ν
25οὕτως ἔχειν. (ἔτους) ιβ Αὐτοκράτορος Καίσα[ρος Μ]άρκου Αὐ[ρηλ]ίου Σεουήρου Ἀλεξάνδρ[ο]υ
Εὐσεβοῦς Εὐτ[υ]χοῦς Σεβαστοῦ Παχὼν ιη. (hand 2) Αὐρηλιοις(*) Ἀχιλλεὺς ὁ κ[α]ὶ Σαπρίων
καὶ Ἥρων καὶ Εὐδεμονεὶς ἡ καὶ Εὒς ἀφήλικες διὰ τῆς μητρὸς
Αὐρηλίας Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος ἐπεδεδώκαμεν καὶ ὠμό-
σαμεν τὸν ὅρκον. Αὐρήλιος Ἑρμία[ς ὁ] κ̣α̣ὶ Ἀ̣μέριμνο[ς] καὶ ὡς χρηματίζω
30συνέστην αὐτῇ καὶ ἔγραψα ὑπὲ[ρ αὐτ]ῆς [μὴ] εἰδυίης γράμ[μα]τα. (hand 3) Αὐρήλιος
☓ Ἑρμεῖνος βουλ(ευτὴς) βιβλιοφύλ(αξ) διὰ Αὐρηλίου Σ[  ̣  ̣  ̣  ̣  ̣] τοῦ καὶ Ἑρμίου γραμματ(έως)· τῶν ἀπογραφομένων
☓ ἀφη[λίκ]ων τριῶν οὐ διακειμ(ένων) ἐν ὀνόμ(ατι) τῆς ὑποχρέου [καὶ κ]υρίων ὄντ̣[ω]ν τῶν διὰ τῆς διαθήκης τοῦ
☓ πατρὸς ὑμῶν(*) δηλο[υ]μένων πάντων   ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣ τῆς διαγρα(φῆς) ἐγλήμψει πρωτοπ(ραξίας)
☓ φυλ(ασσομένης) τῶι φίσκῳ καὶ οἷς ἄλλοις δέον ἐστὶν ἔσχον ἴσον. ☓☓☓☓☓
35☓☓☓☓☓

Apparatus


^ 14. cf. BL 1.204 : [τὴν καὶ   ̣  ̣  ̣  ̣] prev. ed.
^ 17. θ[ωυ]θ’ papyrus
^ 18. l. τεσσαράκοντα
^ 19. l. τῶν
^ 22. l. τραπεζιτικοῦ
^ 26. l. Αὐρήλιοι
^ 33. corr. ex

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.