Papyri.info

sign in

p.oxy.47.3354 = HGV P.Oxy. 47 3354 = Trismegistos 22468



DDbDP transcription: p.oxy.47.3354 [xml]

AD 257 Oxyrhynchus

r
Αὐρηλίᾳ Σ̣α̣ρ̣αποῦτι θυγατρὶ Θέω̣νος Θέωνος ἐξηγητεύσαντος τῆς Ὀξυρυγχειτῶν
πόλεως χωρ̣ὶς κ̣υ̣ρ̣ίου χρηματιζούσῃ τέκνων δικαίῳ
παρὰ Αὐρ̣η̣λ̣ί̣ω̣ν̣   ̣  ̣  ̣  ̣ Σαραπάμμωνος μητρὸς Τ̣ααφύγχιος κ̣α̣ὶ̣ τοῦ υἱοῦ Ἱ(*)ερέως μητ[ρὸς Τα-]
αφύγχιος ἀμφοτέρων ἀπὸ τ̣ο̣ῦ̣ Ν̣όμου ἐ̣π̣οικίου. ἑ̣κ̣ο̣υ̣σ̣ί̣ως̣ ἐπιδεχόμεθα μισθώσασθαι π̣α̣ρ̣ὰ̣ σ[οῦ ἐπὶ χρό-]
5νον ἔτη δύ̣ο ἀπὸ α τοῦ ὄ̣ν̣τ̣ο̣ς̣ μ̣ηνὸς̣ Ἁθὺρ̣ τ̣ο̣ῦ̣ ἐ̣ν̣ε̣σ̣τῶτος ε (ἔτους) τὰ χερικὰ ἀμπελουργικὰ ἔργα ἅ̣π̣α̣[ντα]
καὶ τ̣ὴν ἐπάρ̣δ̣ευσιν τοῦ ὑπά̣ρ̣χοντός σοι περὶ Σενέπτα ἀμπελικοῦ κτήματος Θαα̣ὺ̣τ̣’ λε̣[γο-]
μένο̣υ̣ ἀρο̣υ̣ρ̣ῶ̣ν̣ ἓ̣ξ̣ ἢ̣ ὅ̣σ̣ω̣ν̣ ἐ̣ὰ̣ν̣ ᾖ καὶ τῆς προσ̣ο̣ύ̣σης καλαμείας ὅσου ἐστὶν ἀρουρηδοῦ, [ἅπερ]
ἔργα ἐστὶν τ̣ῆ̣ς̣ μ̣ὲ̣ν ἀμπ̣έλ̣ου τιλμὸς καλάμου, δ̣  ̣  ̣σ̣υ̣λλογὴ̣ αὐτοῦ̣ καὶ μεταφορά, ξυλ̣ο̣τ̣ο̣μ̣[ία δικαία],
ἀγκαλισμὸς καὶ δέσι̣ς̣ ἀγκαλῶν καὶ μεταφορά, σάρωσ̣ι̣ς̣ φύλλω̣ν̣ καὶ ἐκβολὴ ἐκτὸς πλ̣α̣σ̣τ̣[ῶν, σκα-]
10φητός, παραγραφή, ἀπωρυγισμὸς ὅσων δῖ(*) ἀπωρύγων· καὶ στησόμεθα ἐν τῇ κ̣αλα̣μ[είᾳ]
{καλαμείᾳ} πρὸ τῶν ὄνων κωφορούντων(*) πρὸς τὸ ὅπου δεῖ τὸν χοῦν βάλλεσ̣θ̣α̣[ι] καθ̣ὼ̣ς̣ ἂ̣[ν δεή-]
σωμεν το̣ύ̣των· διτο̣μὴ καλάμου, καλαμουγιαν(*), σκαλμός, βλαστολογία, Φαρμουθια̣κὴ ἐργα̣[σί-]
α, διάστασις, ἀνάλημψις, φυλλολογίαι ἑ(*) ἐνχρήζουσαι, ἐπάρδευσις καὶ βοτανισμὸς διηνε̣-
κής, ἢ̣ καὶ τ̣ὰ̣ ἄ̣λ̣λα τὰ κατὰ καιρὸν τῆς ἀμπέλου ἔργα πάντα· καὶ τῆς καλαμείας ἐπάρδευσις κ̣α̣[ὶ]
15παραγραφὴ καὶ σκορπισμὸς κόπρου· καὶ ποιησόμεθα τῆς ληνοῦ καὶ θίου(*) τὰ ἐνχρήζον-
τα χαλάτρια καὶ τοῦ ὀργάνου τὰς κυλτίδας καὶ τὴν τῶν χωρούντων εἰ(*) τὸν κατʼ ἔτος οἶνον
κούφων κομπασίαν ἀφʼ οὗ τόπου μεταφέρεται· ἅμπερ(*) λαβόντα τὸν οἶνον συνθήσομεν
ἐν τῷ ἡλιαστηρίῳ καὶ ἐπαλίψομεν(*) κ̣α̣ὶ̣ κεινήσομεν(*) καὶ καὶ παραφυλάξωμεν(*) ἐφʼ ὅσον ἐκ[εῖ]
ἀπόκ̣ε̣ι̣ται· ἔτι δὲ καὶ κυμηθήσεται(*) ὁ τερος(*) ἡμ̣ῶν Ἱ(*)ερεὺς ἀδιαλίπτ̣ως(*) ἐ̣ν̣ τ̣ῷ̣ ἐ̣ποικί̣[ῳ],
20μισθοῦ τῶν ἔργων πάντων τῆς ἀμπέλου κατʼ ἄρουραν ἀργυρίου δραχμῶν τριακοσ̣ί̣ων [ἑξ-]
ή̣κοντα · τοὺς δὲ συναγομένους μισθοὺς ἀπολημψόμεθα κατʼ ἔτος Ἁθὺρ Χοίακ τιλ-
μ̣οῦ καλάμου δραχμὰς διακοσίας , Τῦβι ξυλοτομίας δραχμὰς τετρακοσίας , Μεχεὶρ καλαμου[ργι-]
α(*) δραχμὰ[ς] τετρακοσίας , Φαμενὼθ δραχμὰς ἑκατὸν ὀγδοήκοντα , Φαρμοῦθ\ι/ δραχμὰς διακο-
σίας τεσσεράκοντα , Παχὼν δραχμὰς ἑκατὸν , Παῦ(*)νι φυλλογια(*) δραχμὰς διακοσίας τεσσερά-
25κοντα , Ἐπεὶφ Μ̣ε̣σορὴ ἐξενίαυτα Θὼθ Φαῶφι κατʼ ἔτος τὰς αἱρούσ̣α̣ς κατὰ̣ μῆν̣α δραχμὰς ἑκατὸν ·
λημψόμεθα δὲ κατʼ ἔτος τῆς μὲν ξυλοτομίας ὄξ̣ους κεράμιον ἓν καὶ τῷ καιρῷ τοῦ θε̣ρ̣ι̣σ̣-
μ̣ο̣ῦ ὑπὲρ τοῦ μὴ ἀπολιφθ̣ῆ̣ναι(*) ἡμᾶς τ̣ῆ̣ς ἐπαρδεί̣ας κ̣α̣ὶ̣ τ̣ῆ̣ς̣ φ̣υλλο̣λογίας κατʼ ἔτος πυρ̣ο̣[ῦ]
ἀρτάβας τρῖς(*) καὶ τῇ τρύγῃ κατʼ ἔτος ο̣ἴν̣ου νέου κεράμια δύο · καὶ   ̣  ̣  ̣  ̣ [ἐπ]ιδεχόμεθα
καρπωνήσασθαι ἥμισυ μέρους(*) τοῦ καρποῦ τ̣ῶ̣ν ἐν τῷ κτήματι φοινίκων τοῦ ἑστ̣[αμέ-]
30νου φόρου καὶ ἐκτάκτων κατʼ ἔτος· ἔτι δὲ καὶ μισθώσασ̣θ̣α̣ι̣ πρὸς μόνον τὸ ἐνε[στ]ὸς ἔτος̣
ἀπὸ τῶν ὑ̣π̣αρχό̣ν̣των σοι περὶ τὴν αὐτὴν {αὐτὴν} Σενέπτα ἐκ τοῦ Διονυσοφάν[  ̣  ̣  ̣]
κλήρου ἀρούρας δύο ὥστε σπεῖραι πυρῷ ἄρουραν μίαν κριθῇ ἄρουραν μίαν , ἐκφορίο̣υ̣ τ̣ῆ̣ς̣ μ̣[ὲν]
ἐν πυρῷ πυροῦ ἀρταβῶν τεσσάρων , τῆς δὲ ἐν κριθῇ κριθῆς ἀρουρῶν(*) πέντ̣ε ἀκ̣ινδ̣ύ̣ν̣ω̣[ν]
πάντων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὴν γ[εοῦ]χον,
35ὁν(*) καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα ἀπολάβῃς· βεβαιο[υ]μένης
δὲ μῖν(*) τῆς ἐπιδοχῆς ἐπάναγκον ποιησόμεθα τῆς ἀμπέλου καὶ καλαμε[ίας] τ̣ὰ κατὰ
καιρὸν ἔργα πάντα ὡς ἐπάνω δεδήλωται καὶ τῶν φοινίκων καὶ(*) φυτῶν [τὴν] ὀχίαν(*)
καὶ ἐπιμέλειαν πᾶσαν, τῶν̣ ῶν(*) ἐπακολουθούντων πᾶσι τοῖς ἔργοις πρὸ[ς τὸ μ]ὴ κα̣τ̣α̣-
βλάπτεσθαι τὴν ἄμπελον· καὶ ἀποδώσομεν τὰ μὲν τῶν ἐδαφῶν ἐ[κ]φ̣ό̣[ρια] τ̣ῷ ἐνε-
40στῶτι ἔτει ἐφʼ ἅλῳ τοῦ χωρίου γένη νέα καθαρὰ ἄδολα ἄβωλα καικοσ̣[κ]ι̣[ν]ευμέν̣α̣(*),
το(*) μὲν πυρὸν ἄκριθον ὡς εἰς δημόσιον μετρούμενον, τὴν δὲ κριθὴν̣ [καλῶ]ς π̣ε̣π̣α̣-
τημενη(*) χωρὶς αἴρης καὶ θέρος(*) μέτρῳ παραλημπτικῷ σοῦ τῆς γεούχου, τῶ̣[ν σῶν με-]
τρούντων καὶ προσμετρούντων ἑκάστῃ ἀρτάβῃ χοίνικας δύο , τὸν δὲ τῶν φ[οι]ν̣ί̣κ̣ω̣ν̣
φα̣νησόμενον φόρον καὶ τὰ ἔκτακτα ἐξενίαυτα κατʼ ἔτος Θὼθ Φαῶ̣[φι] ἀ̣ν̣υ̣π̣ε̣ρ̣-
45θέτως· καὶ ἐπὶ τέλει τοῦ χρόνου παραδώσωμεν(*) τὴν ἄμπελον καὶ κα[λα]μ̣ε̣ί̣α̣ν̣
μεμελημένην τοῖς ἔργοις, τὴν δὲ ἄμπελον καθαρὰν ἀπὸ θρύου καὶ β̣[οτ]ά̣ν̣η̣ς̣ δ̣ε̣ί̣-
σης πάσης, τ̣ῆς πλαστ[ῆ]ς ἐπιπλαστη  ̣  ̣ καὶ τὰ φυτὰ ζωγονοῦντα καὶ εὐθ̣[αλο]ῦ̣ν̣τ̣α̣· κ̣α̣ὶ̣ ἀ̣-
ποτίσομεν ο̣ὗ ἐ̣ὰ̣ν μὴ ἐπιτελέσομεν(*) ἔργου ἢ τοῦ διʼ ἀμέλειαν ξηραν̣[θέ]ν̣τ̣ο̣ς̣
φυτοῦ τὸ βλάβος διπλο̣ῦν̣, τῆς πράξεώς σοι οὔσης παρά τε ἡμῶν ἀλλ̣[ηλε]γ̣γ̣ύ̣ω̣ν̣ ὄ̣ν̣-
50των εἰς ἔκτισιν καὶ ἐξ οὗ ἐὰν αἱρῇ καὶ ἐκ τῶν ὑ(*)παρχόντων \ἡ/με̣ῖ̣ν(*) [πάν]τ̣ω̣ν̣. κ̣υ̣ρ̣ὶ̣α̣
ἡ ἐπι̣δοχὴ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. (ἔτους) ε
Αὐτοκρατόρων Καισάρων Πουβλίου Λικιννίου [Οὐαλε]ρ̣[ι]α̣ν̣ο̣ῦ̣ καὶ Π[ουβλίου]
-- -- -- -- -- -- -- -- -- --
v
μ Traces

Apparatus


^ r.3. ϊερεωσ papyrus
^ r.6. θαα̣υ̣τ̣’ papyrus
^ r.10. l. δεῖ
^ r.11. l. χωφορούντων
^ r.12. l. καλαμου<ρ>γία
^ r.13. l. αἱ
^ r.15. l. θυείου
^ r.16. l. εἰ<ς>
^ r.17. l. ἅπερ
^ r.18. l. ἐπαλείψομεν
^ r.18. l. κινήσομεν
^ r.18. l. παραφυλάξομεν
^ r.19. corr. ex
^ r.19. l. κοιμηθήσεται
^ r.19. l. <ἕ>τερος
^ r.19. ϊερευσ papyrus
^ r.19. l. ἀδιαλείπτως
^ r.22-23. l. καλαμου[ργί] |α<ς>
^ r.24. παϋνι papyrus
^ r.24. l. φυλλο<λο>γία<ς>
^ r.27. l. ἀπολειφθῆναι
^ r.28. l. τρεῖς
^ r.29. l. μέρος
^ r.33. l. ἀρταβῶν
^ r.35. l. ἣν
^ r.36. l. <ἡ>μῖν
^ r.37. corr. ex ται
^ r.37. l. ὀχείαν
^ r.38. l. <σ>ῶν
^ r.40. l. κεκοσκινευμένα
^ r.41. l. τὸ<ν>
^ r.41-42. l. πεπα |τημένη<ν>
^ r.42. l. <ἀ>θέρος
^ r.45. l. παραδώσομεν
^ r.48. l. ἐπιτελέσωμεν
^ r.50. ϋπαρχοντων papyrus
^ r.50. l. ἡμῖν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.