DDbDP transcription: p.bodl.1.45 [xml]
AD 610 Apollonopolis Magna
[Reprinted from: sb.1.5113] lines 15-43 reprinted from SB 1.5113
1[- ca.13 -] ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ πεπ]ρ̣[ακένα]ι̣ σ̣ή̣μερον κατὰ τήνδε τὴν ὠνιακ[ὴ]ν̣
ἀ̣σ̣φ̣ά̣λ̣ε̣ιαν τοῖς προγεγραμμένοις Πααμίῳ καὶ Ἰακώβῳ καὶ Θέκλῃ καὶ
καταγεγραφηκέναι ὠνιακῷ νόμῳ καὶ πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ
ἐπʼ αἰωνίᾳ κατοχῇ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς καὶ ἀεὶ ἅπαντα διηνεκῆ χρόνον
5τ̣ὴν ὑπάρχουσαν ἡμῖν κέλλαν οὖσαν ἐν τῇ οἰκί̣ᾳ̣ τῶν κληρονόμων Τεησε
καὶ τὼ ἐπάνω αὐτῆς συμπόσιον μετὰ τού(*) ὑπʼ ἀέρα αὐτοῦ δώματος διακειμένην
ἐπὶ λαύρας Ῥαχὴλ Ἀπροσίτου, περιελθόντα εἰς ἡμᾶς ἀπὸ γονέων κληρονομίας
καὶ ὁμολογοῦμεν τοῦ λοιποῦ μητέ(*) ἓν μέρος ἢ δίκαιον <ὑ>πολείπεσθαι ἐκ τῆς
εἰρημένη[ς] κέλ̣λ̣α̣ς κ̣[αὶ] τ̣[οῦ] σ̣υμποσίου ἐπ̣άνω αὐτῆς καὶ τοῦ δώματος τοῦ
10συμποσίου, ἧς γείτονες νότου οἰκία τῶν κληρονόμων Παναρίου, βορρᾶ οἰκία
Τδιας vac. ? , ἀπηλιώτου ὑμεῖς οἱ ὠνούμενοι, λιβὸς <τ>ὸ στενορυμίον, ἔδοξεν
δὲ ἀνοίγειν τὴν θύραν {τὴν θύραν} τῆς αὐτῆς κέλλας καὶ τοῦ συμποσίου
ἐπʼ ἀπηλιώτην εἰς τὴν οἰκίαν ὑμῶν ἢ οἳ δʼ ἂν ὦσι γείτονες πάντῃ
παντόθεν, κάθως ἡμεῖς οἱ ἀποδόμενοι στόματι ὑπηγορεύσ[α]μ̣ε̣ν, τιμῆς
15τ̣ῆ̣ς̣ π̣ρ̣ὸς ἀλλήλους συμπεφω̣[νη]μ̣έ[νης κ]αὶ συναρεσάσης μετα̣ξ̣ὺ
ἡμῶν ἀμφοτέρων ἐπὶ βεβαί[ῳ καὶ ἀμετα]θ̣έτῳ λόγῳ χρυσοῦ δοκίμου
νομισμάτων τεσσάρ̣ων διμοίρου ζ̣υγῷ Ἀπόλλωνος, γί(νεται) χρ(υσοῦ) νο(μίσματα) δ (δίμοιρον) μόν(α), ἥνπερ
τελείαν τιμὴν αὐτόθι ἀπε[σ]χ̣ή̣καμεν π̣α̣ρ̣ʼ ὑ̣μ̣ῶ̣ν̣ τῶν ὠνουμένων
ἀπὸ χειρὸς εἰς χεῖρας ἡμῶν(*) ἐξ οἴκου ὑμ̣ῶν ἀριθμῷ κα[ὶ] σταθμῷ πλήρει καὶ
20βεβαιώσομεν ὑμῖν τήνδε τὴν π̣ρ̣ᾶ̣σιν καὶ τὴν νομὴν πάσῃ βεβαιώσει
διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπε̣λευσομένου ἢ ἀντιποιησομένου, τὸν δὲ
ἐπελευσόμενον ἢ ἀντιποιησόμ̣ε̣νον παραχρῆμα ἡμεῖς οἱ πεπρακότες
ἐκστήσομε[ν] καὶ ἐκδικήσομεν̣ κ̣α̣ὶ̣ ἀ̣ποσοβήσομεν καὶ καθ̣α̣ροποιήσομ̣ε̣ν̣
ταύτην τὴν πρᾶσιν ἰδίοις ἡμ̣ῶ̣ν ἀναλώμασι καὶ κινδύνῳ κατὰ τὸν
25περὶ πράσεως καὶ βεβαιώσεω[ς ν]όμον πρὸς τῷ ἐντεῦθεν καὶ ἐπὶ τὸ διηνεκὲς
τοὺς ὠνουμένους κρατεῖν καὶ κ[υρ]ιεύειν καὶ δεσπόζειν κατὰ πᾶν δεσποτείας
ἀναφαιρέτου δίκα̣ιον κ[αὶ οἰκ]εῖν καὶ διοικεῖν καὶ οἰκοδομεῖν καὶ ἀνοικοδομε(ῖν)
καὶ ἐκχωρεῖν καὶ παραχ[ωρεῖν καὶ] ἐ̣κμισθοῦν καὶ ἐναλλάτειν καὶ πωλεῖν καὶ
χαρίσασθαι καὶ τέκνοις μ̣ε̣τ̣[αδιδ]ό̣ναι καὶ κληρονόμοις καταλιμπάνειν
30καὶ διαδόχοις καὶ διακατόχοις κ̣α̣ὶ̣ πάντα ἁπλῶς εἰπ̣εῖν, πράττειν ἐπʼ αὐ̣το̣ῦ̣
ὅσα νόμοι ἐπιτρέπουσι τοῖς α[ὐ]τ̣ο̣τελέσει(*) δεσπόταις κυρίως καὶ ἀνεπικωλύτως.
εἰ δὲ ἀσθενήσοιμεν περὶ τὴ[ν ἐ]κδίκησιν καὶ καθαροποίησιν ταύτης τῆ[ς]
πράσεως, ἑτοίμως ἔχομεν παρασχεῖν ὑμῖν τὴν ἐγκειμένην τιμὴν ἐν διπλῷ
καὶ εἴ τι δʼ ἂν φανείητε ἀναλώσ[α]ν̣τ̣ες εἴς τε οἰκοδομὴν καὶ ἀνανέωσιν
35καὶ αὐτὰ ἐ̣ν̣ διπλῇ ποσότητι, μ̣[ετὰ] κ̣αὶ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐμφερομέ(νων)
τ̣ῇ̣ π̣[α]ρ̣[ούσῃ πράσει], ἀλ̣λ̣ʼ [ἐ]φ̣ʼ [ᾧ αὐτὴ]ν̣ {εἶναι} καὶ πᾶν μέρος αὐτῆς κυρίαν
εἶναι καὶ βεβαίαν, καθότι καὶ ἔστιν ἐπὶ τὸ διηνεκές, ἥνπερ ἁπλῆν
γραφ̣[εῖσα]ν̣ ἐ̣ξ̣ε̣δ[ό]μ̣εθα ὑμῖν πρ[ὸ]ς ἀσφάλειαν ὑμῶν ἄτρωτον καὶ ἀπαράβατον
ἁπαντ̣α̣χ̣οῦ̣ π̣ροφερο̣μ̣ένην. Κ[αὶ] εἰς τὰ προγεγραμμένα(*) πάντα ἐπερωτηθέντες
40ὡμολ[ογήσα]μεν. † Δ̣[ηλ]αδὴ̣ καὶ [ἐπ]εζητήσαμεν τὴν προκτητικὴν ὠνὴν
μὴ εὑρ̣[ ̣ ̣ ̣ ̣] ̣μ̣εν πρὸς τὸ̣ [πα]ρόν, εἰ δʼ ε[ ̣ ̣ ̣ ̣] ̣εν ποτε καιρῷ ἢ παρʼ ἡμῶν ἢ παρὰ τῶν
ἡμῶν [κ]λ̣η̣[ρο]ν̣ό̣μων ἐφ̣ʼ ᾧ ἡμᾶ̣ς̣ [ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]α̣ι ὑμῖν ἢ τουτʼ(*) ἄκυρον εἶναι καὶ
ἀνίσ[χυ]ρον ἁπ̣[ανταχο]ῦ̣ π̣ρ̣ο̣φ̣ε̣[ρ]ο̣μένην καὶ ἐπὶ τούτῳ ὡμολογήσαμεν. †
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: p.lond.2.448-pgxxxix [xml]
II spc ?
[Reprinted from: p.ryl.2.pg256-7] P.Ryl 2.pg256-7
[Reprinted in: sb.1.5113] SB 1.5113
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.