Papyri.info

sign in

p.babatha.16 = HGV P.Yadin 1 16 = Trismegistos 23496



DDbDP transcription: p.babatha.16 [xml]

AD 127 Rabbath

r,int
ἐγγεγραμμένον καὶ ἀντιβεβλημένον ἀντίγραφον πιτακίου(*) ἀπογραφῆς
προκειμένης ἐν τῇ ἐνθάδε βασιλικῇ, καὶ ἔστιν ὡς ὑποτέτακται.
r,ext
ἐγγεγραμμένον καὶ ἀντιβεβλημένον ἀντίγραφον πιτακί̣ου(*) ἀπο-
γρα̣φῆ̣ς̣ π̣ρ̣ο̣κ̣ει̣μένης ἐν τῇ ἐνθάδε βασιλικῇ, καὶ ἔστιν ὡς
5ὑποτέτακται· ἐπὶ Αὐτοκράτορος Καίσαρος θεοῦ Τραιανοῦ Παρθικοῦ
υ̣ἱ̣οῦ θεοῦ Νέρουα υἱωνοῦ Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ ἀρχιερέως με-
γίστου δημαρχικῆ̣ς ἐξουσίας τὸ δωδέκατον ὑπάτου τὸ τρίτον, ἐπὶ
ὑπάτων Μάρκου Γα<ου>ίου Γαλλικανοῦ καὶ Τίτου Ἀτειλίου Ῥούφου Τιτι-
ανοῦ πρὸ τεσσάρων νωνῶν Δεκεμβρίων, κατὰ δὲ τὸν τῆς νέας
10ἐπαρχείας Ἀραβίας ἀριθμὸν ἔτους δευτέρου εἰκοστοῦ μηνὸς Ἀπελ-
λαίου ἑκκαιδεκάτῃ ἐν Ῥαββαθμωβοις πόλει. ἀποτιμήσεως
Ἀραβίας ἀ̣γ̣ομένης ὑπὸ Τίτου Ἀνεινίου Σεξστίου(*) Φλωρεντείνου
πρεσβευτοῦ Σεβαστοῦ ἀντιστρατήγου, Βαβθα Σίμωνος Μαωζηνὴ τῆς
Ζοαρηνῆς περιμέτρου Πέτρας, οἰκοῦσα ἐν ἰδίοις ἐν αὐτῇ Μαωζᾳ,
15ἀπογράφομα̣ι̣ ἃ κέκτημαι, συνπαρόντος μοι ἐπιτρόπου Ἰουδάνου
Ἐλαζάρου κώμης Αἰνγαδδῶν(*) περὶ Ἱερειχοῦντα τῆς Ἰουδαίας οἰ-
κοῦντος ἐν ἰδίοις ἐν αὐτῇ Μαωζᾳ· κῆπον φοινικῶνος ἐν ὁρίοις
Μαωζων λεγόμενον Αλγιφιαμμα σπόρου κρειθῆς(*) σάτου ἑνὸς
κάβων τριῶν τελοῦντα φοίνικος συρου(*) καὶ μείγματος(*) σάτα δεκα-
20πέντε πατητοῦ σάτα δέκα στεφανικοῦ μέλαν ἓν λεπτὰ τριάκον-
τα γείτονες ὁδὸς καὶ θάλασσα, κῆπον φοινικῶνος ἐν ὁρίοις Μα-
ωζων λεγόμενον Αλγιφιαμμα σπόρου κρειθῆς(*) κάβου ἑνὸ<ς> τελοῦν-
τα τῶν γεινομένων καθʼ(*) ἔτος καρπῶν μέρος ἥμισυ γείτονες
μοσχαντικὴ κυρίου Καίσαρος καὶ θάλασσα, κῆπον φοινικῶ-
25νος ἐν ὁρίοις Μαωζων λεγόμενον Βαγαλγαλὰ σπόρου κρειθῆς(*)
σάτων τριῶν τελοῦντα φοίνικος συρου(*) καὶ νοαρου κόρον ἕνα
πατητοῦ κόρον ἕνα στεφανικοῦ μελαίνας τρεῖς λεπτὰ τρι-
άκοντα γ̣ε̣ί̣τ̣ο̣ν̣ε̣[ς κλ]η̣ρ̣ο̣ν̣ό̣μοι Θησαίου Σαβακα̣ κ̣αὶ
Ἰαμιτ Μανθανθου, κῆπον φοινικῶνος ἐν ὁρίοις Μαωζων
30λεγόμενον Βηθφααραια σπόρου κρειθῆς(*) σάτων εἴκοσι τελοῦν-
τ̣α φοί̣νικος συρ̣[ο]υ(*) κ̣α̣ὶ νοαρου κόρους τρεῖς πατητοῦ κ̣όρο̣υ̣[ς]
δύο στεφανικοῦ μελαίνας ὀκτὼ λεπτὰ τεσσαράκοντα πέ̣ν̣τ̣ε̣ γ̣ε̣ί̣-
τονες Θαμαρὴ Θαμοῦ καὶ ὁδός. ἑρμηνεία ὑπογραφῆς· Βαβ-
θα Σίμωνος ὄμνυμι τύχην κυρίου Καίσαρος καλῇ πίστει ἀπογε-
35γ̣ρ̣ά̣φ̣θ̣α̣ι̣ ὡ̣ς προγέγρα̣π̣[τα]ι̣. Ἰ̣ουδάνης Ἐ̣λ̣αζ̣άρο̣υ̣ ἐπιτρ̣ό̣πευ[σ]α̣(*) καὶ ἔγρα-
ψα ὑπὲρ αὐτῆς. (hand 2) ἑρμηνεία ὑπογραφῆς τοῦ ἐπάρχου· Πρεῖσκος ἔ̣π̣αρχος
ἱππέων ἐδεξάμην τῇ πρὸ μιᾶς νωνῶν Δεκεμβρίων ὑπατίας(*) Γαλλι-
κ̣[αν]ο̣ῦ [καὶ Τιτιανο]ῦ̣.
v
Nabatean 5 lines

Apparatus


^ r,int.1. l. πιττακίου
^ r,ext.3. l. πιττακίου
^ r,ext.12. l. Σεξτίου
^ r,ext.16. l. Ἐνγαδῶν
^ r,ext.18. l. κριθῆς
^ r,ext.19. l. συρίου
^ r,ext.19. l. μίγματος
^ r,ext.22. l. κριθῆς
^ r,ext.23. l. κατʼ
^ r,ext.25. l. κριθῆς
^ r,ext.26. l. συρίου
^ r,ext.30. l. κριθῆς
^ r,ext.31. l. συρίου
^ r,ext.35. l. ἐπετρόπευσα
^ r,ext.37. l. ὑπατείας

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.