Papyri.info

sign in

chr.mitt.80 = HGV P.Flor. 1 61 = Trismegistos 23571 = p.flor.1.61



DDbDP transcription: chr.mitt.80 [xml]

AD 85 ?
[Reprinted from: p.flor.1.61] PFlor1,61

1
ἀντίγραφ[ον ἐξ ὑπομνημα]τισμῶν
ἔτους δ [Αὐτοκράτο]ρος Καίσαρος Δομιτιανοῦ
Σεβαστ[οῦ Γερμανικοῦ Μ]εχεὶρ ιδ.
Ἰ[σί]δωρ[ος ὁ καὶ Φιβίων π]ρὸς Ἀχιλλεὺς   ̣  ̣ρα  ̣  ̣  ̣
5  ̣χ  ̣  ̣  ̣  ̣[- ca.10 -]  ̣  ̣  ̣  ̣νψ  ̣  ̣  ̣  ̣
[ὑ]πόθεσις [- ca.10 -]  ̣ ἀπέχειν [  ̣  ̣  ̣  ̣  ̣]
  ̣  ̣  ̣  ̣ρα  ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
Σεπτίμιος Οὐέ[γετος   ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣ [τ(?)]ὸν Φιβίωνα.
[π]αραστα[- ca.13 -]αμενος [ὀφε]ίλειν σοι
10διʼ ἃς αὐτ  ̣[  ̣]  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣ εὐθέως
μαστιγω  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣ Φι]β[ί]ων· τὸ πρᾶ[γ]μα χαρίζομαι
αὐτῶι, ἵνʼ ἀμελῶ[ς ἔχω(?)]
Σεπτίμιος Οὐέγετος·   ̣[  ̣  ̣  ̣] ἐγκαλεῖς αὐτῶι;
Κεφάλων ῥήτωρ· τῆς σῆς εὐεργεσίας δεόμενος ἐντυγ-
15χάνει σοι τὸ πρῶτον κ[α]ὶ ἀναγκαιότατον συ[γ]γνώμην
αἰτούμενος, ἐπεὶ ἐπλανήθη περὶ τὴν ἔντευξιν· ἔ-
δει γὰρ ἀναφόριόν σο[ι] δοῦναι, ὡς καὶ σὺ ἠθέλησας. δ[εό-]
μεθα οὖν μὴ μαστιγωθῆναι αὐτὸν. τὸ δὲ ζήτημα [νῦν(?)]
ἐστι τοιοῦτο. ὁ πατὴρ τοῦ ἀντιδίκου ἐδανείσατο [παρὰ]
20τοῦ πατρὸς τοῦ ἡμετέρου ἑκατὸν ἀρτάβας πυροῦ. κ[λη-]
ρονομικὸν δὲ τὸ δίκ[α]ιον. δοκῶ δὲ ὅτι οὐ τῶν χαρα[κτή-]
ρων μόνων κληρο[ν]όμους δεῖ εἶναι, ἀλλὰ καὶ τὰ ὀφ[ειλό-]
μενα ὑπὸ τῶν κληρονομηθέντων ἀποδ[ιδ]όναι.
[Ἀρ]ιστόνικος ῥήτωρ· ἀναγνώτω πῶς ὀφείλετα[ι ταῦτα.]
25[Κε]φάλωνος ἀναγνόντος ἐπίσταλμα Ἀρχίου τοῦ [καὶ Πολυ-]
δεύκους ἐπὶ τοῦ ια (ἔτους) θ̣εοῦ(*) Κλαυδίου
Ἀριστόνικος· τὸν μὲν δ[ανειο]κόπον τοῦτο[ν ⁦ -ca.?- ⁩]
ἐνθάδε καλοῦνται ο[ἱ δεδ]ανες(*) ἐκ πολλ[ῶν ἤδη χρο-]
νω[ν] ἄνθρωπον στα[τέον] εἰς τὰ θέατρ-
30[α]  ̣[  ̣]  ̣τα· ὁ δὲ ἡμ[έτερός ἐστι]ν εὐσχήμω[ν]
[  ̣  ̣  ̣  ̣]  ̣εν εννε[- ca.11 -]ν τοῦ μελ̣[⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣  ̣  ̣  ̣] π̣ότε δ̣[- ca.12 -]γραφο  ̣  ̣[⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣  ̣  ̣  ̣]ε γραπ̣[- ca.12 -]ωι  ̣  ̣[⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣  ̣  ̣]νουτ̣[- ca.30 -]
2
35Φιβίων· ο[ὐ]κ οἶδα. Σεπτίμιος Οὐέγετος· ὅ γε σὺ οὐ-
κ οἶδας οὐδὲ ἡμ̣ει̣[  ̣  ̣  ̣]  ̣ωμεν.
Κεφάλων· τ̣ὸ̣ μὲν ἐπίσταλμα τοῦ π[ατρ]ὸ̣ς τούτου
ἐστίν· προστάτης δὲ ὢν ὁ δοῦλος ὑπέγραψεν ὅτι
μετρήσει, οὐδὲν δὲ μεμέτρηκεν ἅπαξ ἀπὸ τοῦ ἐπι-
40στάλματος. Σεπτίμιος Οὐέγετος· πρῶτον μὲν
ζητεῖται, εἰ τοῦ πατρὸς τούτου γράμματά ἐστιν, δεύ-
τερον διὰ τί ἕως σήμερον οὐκ ἀπῄτησας· δύναται
γὰρ καὶ γεγραφέναι ὁ [  ̣  ̣  ̣  ̣  ̣]ιος καὶ μεμετρηκέναι.
Ἀριστόνικος· σὺ μὲν ζητ[εῖ]ς ὀρθῶς ταῦτα, ἐγὼ δέ σοι τὸ
45καθολικὸν λέγω· ἡγημ̣ό̣ν̣ες(*) πεν[τ]αετίον ὥρισαν
περὶ τῶν πολυχρονίων· ἄλλʼ οἳ δεκαετίαν, οὐχ ὅπου
διαλογισμοὶ καὶ ἡγεμόνες παραγενόμενοι. πυθ[οῦ]
αὐτοῦ. πόσα ἔτη ὁ πατὴρ αὐτοῦ ἐπέζησεν.
Φιβίων· ἠρνήσατο οὗτος [τὴ]ν κλη[ρ]ονομίαν τοῦ πατρὸς
50καὶ ἐγὼ τὴν ⟦καὶ ἐγὼ τὴν⟧ τοῦ ἰδίου πατρός, ἐπεὶ σιτο-
λόγοι ἦσαν καὶ ἀπῃτο[ῦ]ντο εἰς τὸν Κ[α]ίσαρος λόγον.
Ἀριστόνικος· εἰ οὖν καὶ ὠφείλετο εἰς τὸν Κ[α]ίσαρος λόγον,
διὰ τί οὐκ ἀπῄτει τότε; Σεπτίμιος Οὐέγετος·
λειμοῦ(*) γεν[ομ]ένου πε[ι]νῶν οὐκ ἀπῄ[τ]εις [τὸ]ν πυρόν,
55εἰ ὠφείλετό σοι; Φιβίων· παρεκάλει με τέσσαρας
μνᾶς λαβεῖν. Ἀριστόνικος· ἐὰν τούτῳ προχωρή-
σῃ, ἐποίσουσιν μυρίοι χειρόγραφα τοῦ πατρὸς τούτου·
ἐν ὀρφανείᾳ γὰρ κατε[λί]πη(*) οὗτος.
Σεπτίμιος Οὐέγετος τῶι Φιβίωνι· ἄξιος μ̣[ὲ]ν ἦς μαστι-
60γωθῆναι, διὰ σεαυτοῦ [κ]ατασχὼν ἄνθρωπον
εὐσχήμονα καὶ γυν[αῖ]καν(*)· χαρίζομ̣αι δέ σε τοῖς ὄ-
χλοις καὶ φιλανθρωπ[ότ]ερ[ό]ς σοι ἔσομαι. διὰ τεσ[σ]ε-
ράκοντα ἐτῶν ἐπιφέ[ρε]ις ἐπίσταλ[μ]α· τὸ ἥμισ[ύ] σοι
τοῦ χρόνου χαρίζομαι· [μ]ετὰ εἴκοσι ἔτη ἐπανε-
65λεύσῃ πρὸς ἐμέ. καὶ ἐκ[έ]λευσε τὸ χειρ[ό]γ̣ραφον χια-
σθῆναι.
——

Apparatus


^ 1.26. cf. BL 8.125 : [Τιβερ]ίου prev. ed.
^ 1.28. l. [δεδ]αν<εικότ>ες
^ 2.45. l. ἡγεμόνες
^ 2.54. l. λιμοῦ
^ 2.58. l. κατε[λί]πε
^ 2.61. l. γυν[αῖ]κα

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.