DDbDP transcription: p.gen.2.1.9 [xml]
AD 252 Phebichis
[Reprinted from: p.gen.1.9] P.Gen. 1,9
1
-- -- -- -- -- -- -- -- -- --
1[- ca.25 -] ̣ου̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
[- ca.18 - κατοικούσ]ῃ̣ ἐν κώμῃ Φεβε[ί]χει
[τοῦ Ἡρακλ(εοπολίτου) νομοῦ]. ὁμολ[ο]γῶ εἰληφένα̣[ι καὶ δ]εδα-
[νεῖσθαι π]α̣[ρὰ] σοῦ δάν[ειο]ν ἔντοκον διὰ χει̣[ρ]ὸς
5[ἐξ οἴκο]υ̣ ἀργυρίου Σεβα̣στ̣ῶ̣ν νομίσματος δραχ̣μ̣ὰς
[ἑξήκοντ]α̣ καὶ λαχανοσπέρμου ἀρτάβας δέκα̣, (γίνονται) (δραχμαὶ) ξ
[καὶ λαχά]νο̣υ (ἀρτάβαι) ι, κεφαλαίου τόκου δραχμιαίου ἑ̣[κάσ-]
[της μνᾶς κατ]ὰ̣ μῆνα ἕκαστον, καὶ διαφόρου τοῦ λαχάνου
[ἀρταβῶ]ν̣ τεσσάρων, (γίνονται) λαχάνου σὺν διαφό̣ρ̣ῳ
10[(ἀρτάβαι) ιδ, ἅ]π̣ε̣ρ̣ πάντα ἀποδώσω σοι τῷ μηνὶ
[Ἐπεὶφ το]ῦ̣ [ἐ]νεστῶτος ἔτους ἀνυπερθέτως,
[τῆς πράξε]ώ̣ς̣ [σοι] οὔσης καὶ τοῖς παρὰ σοῦ, παρά τε
[ἐμοῦ καὶ ἐ]κ τῶν ὑπαρχόντων μοι πάντων̣ π̣αντοί-
[ων, πρασσο]ύσῃ καθάπερ ἐκ δίκης, τὸ δάνιο̣ν̣(*) κύρι-
15[ον δισσὸν] γραφὲν πανταχῇ ἐπιφερόμενον ὡς
[ἐν δημο]σ̣ίῳ κατακείμενον, μένοντός σο[ι] τοῦ
[λόγου πρὸς] ἐ̣μὲ καὶ τὸν π̣[ατ]έ̣ρα μου περὶ ὧν ἄλ̣λων
[ὀφείλομέ]ν σοι δανείων̣, [κυ]ρ̣ίων καὶ βεβαίων ὄντων
[τῶν προτέρ]ων γραμμάτων. καὶ ἐπερωτηθεὶς ὡμο-
20[λόγησα]. (ἔτους) β Αὐτοκρατόρων Καισάρων Γ̣α̣ίου
[Οὐιβίο]υ Τρεβωνια[νο]ῦ Γά̣λ̣λου καὶ Γαίου Οὐιβί̣ου
[Ἀφινίου Γά]λ̣λ̣[ο]υ Οὐελδο̣[υ]μ̣ιανοῦ Οὐολουσια̣ν̣[ο]ῦ
[Εὐσεβ]ῶ̣ν̣ Εὐτυχῶν Σεβαστῶ̣[ν], Παχὼ[ν] ι̣α.
[Αὐρήλιο]ς Ἀνουβᾶς δεδάνισμαι(*) τὰς τ[οῦ ἀ]ργυρίου
25[δραχμὰς ἑξήκοντα καὶ λ]αχάνου σὺν δ̣ι̣α̣φ̣ό̣ρ̣ῳ̣
[ἀρτάβας δέκα τέσσαρας , κ]α̣ὶ̣ ἀποδώσω ὡς̣ [πρ]ό̣κειται.
[Αὐρ(ήλιος) Οὐαλέριος ἔγρ(αψα) ὑπὲρ αὐτοῦ] γ̣ρ̣ά(μματα) μὴ εἰδ[ότος.] 2
-- -- -- -- -- -- -- -- -- --
1[ ̣ ̣ ̣ ̣ ̣ κατοι]κ̣ούσῃ ἐν κ̣[ώμῃ Φεβείχει τοῦ Ἡρακλ(εοπολίτου)]
[νο]μ̣[οῦ. ὁ]μ̣ολογῶ εἰλη[φέναι καὶ δεδανεῖσθαι παρὰ]
σο̣[ῦ δ]άνιο̣ν(*) ἔντοκον διὰ [χει]ρ̣[ὸς] ἐξ οἴκ̣ο[υ ἀργυρίου]
Σεβαστῶν νομίσματος δραχμὰς ἑξήκοντα κ̣α̣ὶ̣
5λαχανοσπέρμου ἀρτάβας δέκα, γ(ίνονται) (δραχμαὶ) ξ καὶ λαχ̣[α]νο̣σ̣(πέρμου) (ἀρτάβαι) ι,
κεφαλαίου τόκου δραχμιαίου ἑκάστης μν̣[ᾶς] κ̣α̣[τὰ]
μῆνα ἕκαστον καὶ διαφόρου τοῦ λαχάνου ἀρτα̣β̣[ῶν]
τεσσάρων, γίν̣οντ̣α̣ι̣ λ̣α̣χάνου̣ σ̣ὺ̣ν̣ διαφόρῳ̣ [(ἀρτάβαι) ιδ],
ἅπερ πάντα ἀποδώσω σοι τῷ μηνὶ Ἐπεὶφ τ[οῦ]
10ἐνεστῶτος ἔτους ἀνυπερθέτως, τῆς πράξεώς
σοι οὔσης καὶ τοῖς παρὰ σοῦ παρά τε ἐμοῦ καὶ ἐκ τῶν
ὑπαρχόντων μοι πάντων παντοίων, πρασ̣σού-
σῃ καθάπερ ἐκ δίκης, τὸ δάνιον(*) κύριον δισσὸν
γραφὲν πανταχῇ ἐπιφερόμενον ὡς ἐν δη-
15μοσίῳ κατακείμενον, μένοντός σοι τοῦ λόγου
πρὸς ἐμὲ καὶ τὸν πατέρα μου περὶ ὧν̣ ἄλλων
ὀφείλομέν σοι δανείων, κυρίων καὶ βεβ̣αίων ὄντω[ν]
τῶν προτέρων γραμμάτων. καὶ ἐπερω̣[τ]η̣θεὶς ὡμ[ο-]
λόγησ̣α̣. (ἔτους) β Αὐτοκρατόρων Καισ̣[ά]ρων Γαίου
20Οὐιβίου Τρεβωνιανοῦ Γ́αλλου καὶ Γαίου Οὐιβίου
Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ
Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Παχὼν ια.
Αὐρήλιος Ἀνουβᾶς δεδάνισμαι(*) τὰς τοῦ ἀργυρίου
δραχμὰς ἑξήκοντα καὶ λαχάνου σὺν διαφόρ̣ῳ
25ἀρτάβας δέκα τέσσαρας καὶ ἀποδώσω ὡς πρόκειται.
Αὐρήλιος Οὐαλέριος καὶ ὡς χρηματίζω ἔγρα-
ψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.