DDbDP transcription: p.lond.7.1946 [xml]
257 BC Philadelphia
r
Ἱεροκλῆς Νικάνορι χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς λοιποῖς ἀπαλλάσ[σεις κατὰ νοῦν, εὖ ἂν]
ἔχοι. ὑγιαίνω δὲ καὶ αὐτός. Ἀπολλόδωρος ὁ ἀποδιδου(*) σοι τὰ γράμ[ματά ἐστιν ἡμῶν φίλος,]
ἀναπλεῖ δὲ εἰς Ἡρακλέους πόλιν. ἔστιν γὰρ αὐτῶι ἐκεῖ κλῆρο[ς]. σ̣υ̣[νετάξαμεν δὲ αὐτῶι]
καταγαγεῖν ἡμῖν ἱμάτιά τινα. σὺ οὖν καλῶς ἂν ποιήσαις ὑπ̣ὲ̣ρ(*) [αὐτοῦ γράψας πρὸς ̣ ̣ ̣]
5δην καὶ Λυσίμαχον ὅπως ἂν γράψωσιν ὑπὲρ αὐτοῦ πρὸς τὴν η̣[ ̣ ̣ ̣ καὶ τὰ λοιπὰ]
δὲ ὅπως ἂν εὐγνωμόνως(*) χρήσωνται. καὶ ἐὰν χρείαν(*) ἔχηι κ̣[ερματίου ἵνα πλείους]
ἡμέρας ἐνδημῆι, δὸς αὐτῶι. γέγραφα δὲ καὶ πρὸς Ζήνωνα [ἐπιστολὴν περὶ αὐτοῦ.]
προσάγαγε οὖν αὐτόν. ταῦτα δὲ ποιῶν σφόδρα μοι χαριεῖ. γρ[άφε δὲ σὺ ὧν ἂν χρείαν]
ἔχηις. πάντα γάρ σοι ποιήσομεν ἐκθύμως. v
10Ἱεροκλῆς Ζήνωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.